previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


θ


Ἀριστείδην δὲ τὸν εἴτε Εὐδαίμονος εἴτε Εὐδαίμονα Ἀδριανοὶ μὲν ἤνεγκαν, οἱ δὲ Ἀδριανοὶ πόλις οὐ μεγάλη ἐν Μυσοῖς, Ἀθῆναι δὲ ἤσκησαν κατὰ τὴν Ἡρώδου ἀκμὴν καὶ τὸ ἐν τῇ Ἀσίᾳ Πέργαμον κατὰ τὴν Ἀριστοκλέους γλῶτταν. νοσώδης δὲ ἐκ μειρακίου γενόμενος οὐκ ἠμέλησε τοῦ πονεῖν. τὴν μὲν οὖν ἰδέαν τῆς νόσου καὶ ὅτι τὰ νεῦρα αὐτῷ ἐπεφρίκει, ἐν Ἱεροῖς βιβλίοις αὐτὸς φράζει, τὰ δὲ βιβλία ταῦτα ἐφημερίδων ἐπέχει τινὰ αὐτῷ λόγον, αἱ δὲ ἐφημερίδες ἀγαθαὶ διδάσκαλοι τοῦ περὶ παντὸς εὖ διαλέγεσθαι. ἐπὶ δὲ τὸ σχεδιάζειν μὴ ἑπομένης [p. 87] αὐτῷ τῆς φύσεως ἀκριβείας ἐπεμελήθη καὶ πρὸς τοὺς παλαιοὺς ἐβλεψεν ἱκανῶς τε τῷ γονίμῳ ἴσχυσε κουφολογίαν ἐξελὼν τοῦ λόγου. ἀποδημίαι δὲ Ἀριστείδου οὐ πολλαί, οὔτε γὰρ ἐς χάριν τῶν πολλῶν διελέγετο οὔτε ἐκράτει χολῆς ἐπὶ τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκροωμένους, δέ γε ἐπῆλθεν ἔθνη, Ἰταλοί τέ εἰσι καὶ Ἑλλὰς καὶ πρὸς τῷ Δέλτα κατῳκημένη Αἴγυπτος, οἳ χαλκοῦν ἔστησαν αὐτὸν ἐπὶ τῆς κατὰ τὴν Σμύρναν ἀγορᾶς.


οἰκιστὴν δὲ καὶ τὸν Ἀριστείδην τῆς Σμύρνης εἰπεῖν οὐκ ἀλαζὼν ἔπαινος, ἀλλὰ δικαιότατός τε καὶ ἀληθέστατος: τὴν γὰρ πόλιν ταύτην ἀφανισθεῖσαν ὑπὸ σεισμῶν τε καὶ χασμάτων οὕτω τι ὠλοφύρατο πρὸς τὸν Μάρκον, ὡς τῇ μὲν ἄλλῃ μονῳδίᾳ θαμὰ ἐπιστενάξαι τὸν βασιλέα, ἐπὶ δὲ τῷζέφυροι δὲ ἐρήμην καταπνέουσικαὶ δάκρυα τῷ βιβλίῳ ἐπιστάξαι τὸν βασιλέα ξυνοικίαν τε τῇ πόλει ἐκ τῶν τοῦ Ἀριστείδου ἐνδοσίμων νεῦσαι. ἐτύγχανε δὲ καὶ ξυγγεγονὼς ἤδη τῷ Μάρκῳ Ἀριστείδης ἐν Ἰωνίᾳ, ὡς γὰρ τοῦ Ἐφεσίου Δαμιανοῦ ἤκουον, ἐπεδήμει μὲν αὐτοκράτωρ ἤδη τῇ Σμύρνῃ τρίτην ἡμέραν, τὸν δὲ Ἀριστείδην οὔπω γιγνώσκων ἤρετο τοὺς Κυντιλίους, μὴ ἐν τῷ τῶν ἀσπαζομένων ὁμίλῳ παρεωραμένος αὐτῷ ἀνὴρ εἴη, οἱ δὲ οὐδὲ αὐτοὶ ἔφασαν ἑωρακέναι αὐτόν, οὐ γὰρ ἂν παρεῖναι τὸ μὴ οὐ ξυστῆσαι, καὶ ἀφίκοντο τῆς ὑστεραίας τὸν Ἀριστείδην ἄμφω δορυφοροῦντες. προσειπὼν δὲ αὐτὸν αὐτοκράτωρδιὰ τί σεἔφηβραδέως εἴδομεν’; καὶ Ἀριστείδηςθεώρημα’, ἔφη βασιλεῦ, ἠσχόλει, γνώμη δὲ θεωροῦσά τι μὴ ἀποκρεμαννύσθω οὗ ζητεῖ.’ ὑπερησθεὶς δὲ αὐτοκράτωρ τῷ ἤθει τἀνδρὸς ὡς ἁπλοικωτάτῳ τε καὶ σχολικωτάτῳπότε[p. 88] ἔφηἀκροάσομαί σου’; καὶ Ἀριστείδηςτήμερονεἶπενπρόβαλε καὶ αὔριον ἀκροῶ: οὐ γὰρ ἐσμὲν τῶν ἐμούντων, ἀλλὰ τῶν ἀκριβούντων. ἐξέστω δέ, βασιλεῦ, καὶ τοὺς γνωρίμους παρεῖναι τῇ ἀκροάσει.’ ‘ἐξέστω δ᾽ Μάρκος, ‘δημοτικὸν γάρ.’ εἰπόντος δὲ τοῦ Ἀριστείδουδεδόσθω δὲ αὐτοῖς, βασιλεῦ, καὶ βοᾶν καὶ κροτεῖν, ὁπόσον δύνανται’, μειδιάσας αὐτοκράτωρτοῦτοἔφηἐπὶ σοὶ κεῖται.’ οὐκ ἔγραψα τὴν μελετηθεῖσαν ὑπόθεσιν, ἐπειδὴ ἄλλοι ἄλλην φασίν, ἐκεῖνό γε μὴν πρὸς πάντων ὁμολογεῖται, τὸν Ἀριστείδην ἀρίστῃ φορᾷ ἐπὶ τοῦ Μάρκου χρήσασθαι πόρρωθεν τῇ Σμύρνῃ ἑτοιμαζούσης τῆς τύχης τὸ δι᾽ ἀνδρὸς τοιούτου δὴ ἀνοικισθῆναι. καὶ οὐ φημὶ ταῦτα, ὡς οὐχὶ καὶ τοῦ βασιλέως ἀνοικίσαντος ἂν ἀπολωλυῖαν πόλιν, ἣν οὖσαν ἐθαύμασεν, ἀλλ᾽ ὅτι αἱ βασίλειοί τε καὶ θεσπέσιοι φύσεις, ἢν προσεγείρῃ αὐτὰς ξυμβουλία καὶ λόγος, ἀναλάμπουσι μᾶλλον καὶ πρὸς τὸ ποιεῖν εὖ ξὺν ὁρμῇ φέρονται.


Δαμιανοῦ κἀκεῖνα ἤκουον, τὸν σοφιστὴν τοῦτον διαβάλλειν μὲν τοὺς αὐτοσχεδίους ἐν ταῖς διαλέξεσι, θαυμάζειν δὲ οὕτω τὸ σχεδιάζειν, ὡς καὶ ἰδίᾳ ἐκπονεῖν αὐτὸ ἐν δωματίῳ ἑαυτόν καθειργνύντα, ἐξεπόνει δὲ κῶλον ἐκ κώλου καὶ νόημα ἐκ νοήματος ἐπανακυκλῶν. τουτὶ δὲ ἡγώμεθα μασωμένου μᾶλλον ἐσθίοντος, αὐτοσχέδιος γὰρ γλώττης εὐροούσης ἀγώνισμα. κατηγοροῦσι δὲ τοῦ Ἀριστείδου τινὲς ὡς εὐτελὲς εἰπόντος προοίμιον ἐπὶ τῶν μισθοφόρων τῶν ἀπαιτουμένων τὴν γῆν, ἄρξασθαι γὰρ δὴ αὐτὸν τῆς ὑποθέσεως ταύτης ὧδε: ‘οὐ παύσονται οὗτοι οἱ ἄνθρωποι παρέχοντες ἡμῖν πράγματα.’ λαμβάνονται δέ τινες καὶ ἀκμῆς τοῦ [p. 89] ἀνδρὸς ἐπὶ τοῦ παραιτουμένου τὸν τειχισμὸν τῆς Λακεδαίμονος, εἴρηται δὲ ὧδε: ‘μὴ γὰρ δὴ ἐν τείχει ἐπιπτήξαιμεν ὀρτύγων ἀναψάμενοι φύσιν.’ λαμβάνονται καὶ παροιμίας ὡς ταπεινῶς προσερριμμένης, ἐπιδιαβάλλων γὰρ τὸν Ἀλέξανδρον ὡς πατρῴζοντα τὴν ἐν τοῖς πράγμασι δεινότητα τοῦ πατρὸς ἔφη τὸ παιδίον εἶναι. οἱ αὐτοὶ κατηγοροῦσι καὶ σκώμματος, ἐπειδὴ τοὺς Ἀριμασποὺς τοὺς μονομμάτους ἔφη ξυγγενεῖς εἶναι τοῦ Φιλίππου, ὥσπερ τοῦ Δημοσθένους ἀπολελογημένου τοῖς Ἕλλησιν ὑπὲρ τοῦ τραγικοῦ πιθήκου καὶ τοῦ ἀρουραίου Οἰνομάου. ἀλλὰ μὴ ἐκ τούτων τὸν Ἀριστείδην, δηλούτω δὲ αὐτὸν τε Ἰσοκράτης τοὺς Ἀθηναίους ἐξάγων τῆς θαλάττης καὶ ἐπιτιμῶν τῷ Καλλιξείνῳ ἐπὶ τῷ μὴ θάπτειν τοὺς δέκα καὶ οἱ βουλευόμενοι περὶ τῶν ἐν Σικελίᾳ καὶ μὴ λαβὼν Αἰσχίνης παρὰ τοῦ Κερσοβλέπτου τὸν σῖτον καὶ οἱ παραιτούμενοι τὰς σπονδὰς μετὰ τὸ κτεῖναι τὰ γένη, ἐν μάλιστα ὑποθέσεων ἀναδιδάσκει ἡμᾶς, πῶς ἄν τις ἀσφαλῶς κεκινδυνευμένας τε καὶ τραγικὰς ἐννοίας μεταχειρίσαιτο. καὶ πλείους ἑτέρας ὑποθέσεις οἶδα εὐπαιδευσίαν ἐνδεικνυμένας τοῦ ἀνδρὸς τούτου καὶ ἰσχὺν καὶ ἦθος, ἀφ᾽ ὧν μᾶλλον αὐτὸν θεωρητέον, εἰ που καὶ παρέπτυσέ τι ἐς φιλοτιμίαν ἐκπεσών. καὶ τεχνικώτατος δὲ σοφιστῶν Ἀριστείδης ἐγένετο καὶ πολὺς ἐν θεωρήμασι, ὅθεν καὶ τοῦ σχεδιάζειν ἀπηνέχθη, τὸ γὰρ κατὰ θεωρίαν βούλεσθαι προάγειν πάντα ἀσχολεῖ τὴν γνώμην καὶ ἀπαλλάττει τοῦ ἑτοίμου. ἀποθανεῖν δὲ τὸν Ἀριστείδην οἱ μὲν οἴκοι γράφουσιν, οἱ δὲ ἐν Ἰωνίᾳ ἔτη βιώσαντα οἱ μὲν ἑξήκοντά φασιν, οἱ δὲ ἀγχοῦ τῶν ἑβδομήκοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: