ῥητορικὴν δὲ τὸν Ἀντιφῶντα οἱ μὲν οὐκ οὖσαν εὑρεῖν, οἱ δ᾽ εὑρημένην αὐξῆσαι, γενέσθαι τε αὐτὸν οἱ μὲν αὐτομαθῶς σοφόν, οἱ δὲ ἐκ πατρός. πατέρα γὰρ εἶναι δὴ αὐτῷ Σώφιλον διδάσκαλον ῥητορικῶν λόγων, ὃς ἄλλους τε τῶν ἐν δυνάμει καὶ τὸν τοῦ Κλεινίου ἐπαίδευσεν. πιθαντώτατος δὲ ὁ Ἀντιφῶν γενόμενος [p. 16] καὶ προσρηθεὶς Νέστωρ ἐπὶ τῷ περὶ παντὸς εἰπὼν ἂν πεῖσαι νηπενθεῖς ἀκροάσεις ἐπήγγειλεν, ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης. καθάπτεται δὲ ἡ κωμῳδία τοῦ Ἀντιφῶντος ὡς δεινοῦ τὰ δικανικὰ καὶ λόγους κατὰ τοῦ δικαίου ξυγκειμένους ἀποδιδομένου πολλῶν χρημάτων αὐτοῖς μάλιστα τοῖς κινδυνεύουσιν. τουτὶ ὁποίαν ἔχει φύσιν, ἐγὼ δηλώσω: ἄνθρωποι κατὰ μὲν τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας τιμῶσι τοὺς ἐν ἑκάστῃ αὐτῶν προὔχοντας καὶ θαυμάζουσι τῶν ἰατρῶν τοὺς μᾶλλον παρὰ τοὺς ἧττον, θαυμάζουσι δ᾽ ἐν μαντικῇ καὶ μουσικῇ τὸν σοφώτερον, τὴν αὐτὴν καὶ περὶ τεκτονικῆς καὶ πασῶν βαναύσων τιθέμενοι ψῆφον, ῥητορικὴν δὲ ἐπαινοῦσι μέν, ὑποπτεύουσι δὲ ὡς πανοῦργον καὶ φιλοχρήματον καὶ κατὰ τοῦ δικαίου ξυγκειμένην. γιγνώσκουσι δ᾽ οὕτω περὶ τῆς τέχνης οὐχ οἱ πολλοὶ μᾶλλον, ἀλλὰ καὶ τῶν σπουδαίων οἱ ἐλλογιμώτατοι: καλοῦσι γοῦν δεινοὺς ῥήτορας τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας, οὐκ εὔφημον ἐπωνυμίαν τιθέμενοι τῷ πλεονεκτήματι. τούτου δὲ φύσιν τοιαύτην ἔχοντος οὐκ ἀπεικὸς ἦν, οἶμαι, γενέσθαι καὶ τὸν Ἀντιφῶντα κωμῳδίας λόγον αὐτὰ μάλιστα κωμῳδούσης τὰ λόγου ἄξια.