γενόμενος δὲ κατὰ τοὺς χρόνους, οὓς Ἀπολλώνιός τε ὁ Τυανεὺς καὶ Εὐφράτης ὁ Τύριος ἐφιλοσόφουν, ἀμφοτέροις ἐπιτηδείως εἶχε καίτοι διαφερομένοις πρὸς ἀλλήλους ἔξω τοῦ φιλοσοφίας ἤθους. τὴν δὲ ἐς τὰ Γετικὰ ἔθνη πάροδον τοῦ ἀνδρὸς φυγὴν μὲν οὐκ ἀξιῶ ὀνομάζειν, ἐπεὶ μὴ προσετάχθη αὐτῷ φυγεῖν, οὐδὲ ἀποδημίαν, ἐπειδὴ τοῦ φανεροῦ ἐξέστη κλέπτων ἑαυτὸν ὀφθαλμῶν τε καὶ ὤτων καὶ ἄλλα ἐν ἄλλῃ γῇ πράττων δέει τῶν κατὰ τὴν πόλιν τυραννίδων, ὑφ᾽ ὧν ἠλαύνετο φιλοσοφία πᾶσα. φυτεύων δὲ καὶ σκάπτων καὶ ἐπαντλῶν βαλανείοις τε καὶ κήποις καὶ πολλὰ τοιαῦτα ὑπὲρ τροφῆς ἐργαζόμενος οὐδὲ τοῦ σπουδάζειν ἠμέλει, ἀλλ᾽ ἀπὸ δυοῖν βιβλίοιν [p. 8] ἑαυτὸν ξυνεῖχεν: ταυτὶ δὲ ἦν ὅ τε Φαίδων ὁ τοῦ Πλάτωνος καὶ Δημοσθένους ὁ κατὰ τῆς πρεσβείας. θαμίζων δὲ ἐς τὰ στρατόπεδα, ἐν οἷσπερ εἰώθει τρύχεσθαι, καὶ τοὺς στρατιώτας ὁρῶν ἐς νεώτερα ὁρμῶντας ἐπὶ Δομετιανῷ ἀπεσφαγμένῳ οὐκ ἐφείσατο ἀταξίαν ἰδὼν ἐκραγεῖσαν, ἀλλὰ γυμνὸς ἀναπηδήσας ἐπὶ βωμὸν ὑψηλὸν ἤρξατο τοῦ λόγου ὧδε: ‘αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,’ καὶ εἰπὼν ταῦτα καὶ δηλώσας ἑαυτόν, ὅτι μὴ πτωχός, μηδὲ ὃν ᾤοντο, Δίων δὲ εἴη ὁ σοφός, ἐπὶ μὲν τὴν κατηγορίαν τοῦ τυράννου πολὺς ἔπνευσεν, τοὺς δὲ στρατιώτας ἐδίδαξεν ἀμείνω φρονεῖν τὰ δοκοῦντα Ῥωμαίοις πράττοντας. καὶ γὰρ ἡ πειθὼ τοῦ ἀνδρὸς οἵα καταθέλξαι καὶ τοὺς μὴ τὰ Ἑλλήνων ἀκριβοῦντας: Τραιανὸς γοῦν ὁ αὐτοκράτωρ ἀναθέμενος αὐτὸν ἐπὶ τῆς Ῥώμης ἐς τὴν χρυσῆν ἅμαξαν, ἐφ᾽ ἧς οἱ βασιλεῖς τὰς ἐκ τῶν πολέμων πομπὰς πομπεύουσιν, ἔλεγε θαμὰ ἐπιστρεφόμενος ἐς τὸν Δίωνα ‘τί μὲν λέγεις, οὐκ οἶδα, φιλῶ δέ σε ὡς ἐμαυτόν’. Σοφιστικώτατοι δὲ τοῦ Δίωνος αἱ τῶν λόγων εἰκόνες, ἐν αἷς εἰ καὶ πολύς, ἀλλὰ καὶ ἐναργὴς καὶ τοῖς ὑποκειμένοις ὅμοιος.