previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κε


πολὺς ἐν σοφιστῶν κύκλῳ καὶ Ἑρμοκράτης Φωκαεὺς ᾄδεται φύσεως ἰσχὺν δηλώσας παρὰ πάντας, οὓς ἑρμηνεύω, οὐδενὶ γὰρ θαυμασίῳ [p. 110] σοφιστῇ ξυγγενόμενος, ἀλλὰ Ῥουφίνου τοῦ Σμυρναίου ἀκηκοὼς τὰ σοφιστικὰ τολμῶντος μᾶλλον κατορθοῦντος ἑρμήνευσε ποικιλώτατα Ἑλλήνων καὶ ἔγνω καὶ ἔταξεν, οὐ τὰς μὲν τῶν ὑποθέσεων, τὰς δὲ οὐχί, ἅπαξ δὲ πάσας τὰς μελετωμένας, καὶ γὰρ δὴ καὶ τὰς ἐσχηματισμένας εὖ διέθετο ἀμφιβολίας τε πλείστας ἐπινοήσας καὶ τὸ σημαινόμενον ἐγκαταμίξας τῷ ὑφειμέμῳ.


πάππος μὲν δὴ αὐτῷ ἐγένετο Ἄτταλος Πολέμωνος τοῦ σοφιστοῦ παῖς, πατὴρ δὲ Ῥουφινιανὸς ἐκ Φωκαίας, ἀνὴρ ὕπατος Καλλιστὼ γήμας τὴν Ἀττάλου. τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐς διαφορὰν κατέστη πρὸς τὴν ἑαυτοῦ μητέρα οὕτω τι ἀπαραίτητον, ὡς μηδὲ δάκρυον ἐπ᾽ αὐτῷ τὴν Καλλιστὼ ἀφεῖναι ἐν μειρακίῳ ἀποθανόντι, ὅτε δὴ καὶ τοῖς πολεμιωτάτοις ἐλεεινὰ τὰ τῆς ἡλικίας φαίνεται. καὶ τοῦτο οὑτωσὶ μὲν ἀκούσαντι κακίᾳ τοῦ μειρακίου προσκείσεται μᾶλλον, εἰ μηδὲ μήτηρ ἐπ᾽ αὐτῷ τι ἔπαθεν, λογιζομένῳ δὲ τὴν αἰτίαν καὶ ὅτι τὴν μητέρα ἀπέστερξεν ἐπὶ δούλου ἔρωτι, μὲν ξυμβαίνων τοῖς νόμοις φαίνοιτο ἄν, οἳ δεδώκασι τὸ ἐπὶ ταῖς τοιαῖσδε αἰτίαις καὶ ἀποκτείνειν, δὲ ἀξία μισεῖν καὶ τοῖς οὐ προσήκουσιν ὑπὲρ ὧν ἑαυτήν τε καὶ τὸν υἱὸν ᾔσχυνεν.


ὥσπερ δὲ ταύτην Ἑρμοκράτης διαφεύγει τὴν αἰτίαν, οὕτως ἐκείνην οὐκ ἂν διαφύγοι: τὸν γὰρ πατρῷον οἶκον βαθὺν αὐτῷ παραδοθέντα κατεδαπάνησεν οὐκ ἐς ἱπποτροφίας οὐδὲ ἐς λειτουργίας, ἀφ᾽ ὧν καὶ ὄνομά ἐστιν ἄρασθαι, ἀλλ᾽ ἐς ἄκρατον καὶ ἑταίρους οἵους παρασχεῖν καὶ κωμῳδίᾳ λόγον, οἷον παρέσχον λόγον οἱ Καλλίαν ποτὲ τὸν Ἱππονίκου κολακεύσαντες. [p. 111]


Ἀντιπάτρου δὲ παρεληλυθότος ἐς τὰς βασιλείους ἐπιστολὰς ἤδη ἀσπαζομένου τε ἁρμόσαι οἱ τὴν ἑαυτοῦ θυγατέρα πονήρως ἔχουσαν τοῦ εἴδους οὐκ ἐπήδησε πρὸς τὴν ἐκείνου εὐπραγίαν, ἀλλὰ καὶ τῆς προμνηστρίας ἀναγούσης ἐς τὴν τοῦ Ἀντιπάτρου ἰσχύν, ἣν εἶχε τότε, οὐκ ἄν ποτε ἔφη δουλεῦσαι προικὶ μακρᾷ καὶ πενθεροῦ τύφῳ. ἐξωθούντων δὲ αὐτὸν τῶν συγγενῶν ἐς τὸν γάμον καὶ Διὸς Κόρινθον ἡγουμένων τὸν Ἀντίπατρον οὐ πρότερον εἶξεν Σεβῆρον αὐτοκράτορα μεταπέμψαντα αὐτὸν ἐς τὴν ἑῴαν δοῦναί οἱ τὴν κόρην, ὅτε δὴ καὶ τῶν ἐπιτηδείων ἐρομένου τινὸς αὐτόν, πότε ἄγοι τὰ ἀνακαλυπτήρια, ἀστειότατα Ἑρμοκράτηςἐγκαλυπτήρια μὲν οὖνἔφητοιαύτην λαμβάνων’. καὶ διέλυσε μετ᾽ οὐ πολὺ τὸν γάμον ὁρῶν οὔτε ἰδεῖν ἡδεῖαν οὔτε ἐπιτηδείαν τὸ ἦθος.


καὶ ἀκροατὴς δὲ τοῦ Ἑρμοκράτους αὐτοκράτωρ γενόμενος ἠγάσθη αὐτὸν ἴσα τῷ πάππῳ δωρεάς τε αἰτεῖν ἀνῆκεν: καὶ Ἑρμοκράτηςστεφάνους μὲνἔφηκαὶ ἀτελείας καὶ σιτήσεις καὶ πορφύραν καὶ τὸ ἱερᾶσθαι πάππος ἡμῖν τοῖς ἀπ᾽ αὐτοῦ παρέδωκεν, καὶ τί ἂν αἰτοίην παρὰ σοῦ τήμερον, ἐκ τοσούτου ἔχω; ἐπεὶ δὲ ἐστί μοι προστεταγμένον ὑπὸ τοῦ κατὰ τὸ Πέργαμον Ἀσκληπιοῦ πέρδικα σιτεῖσθαι λιβανωτῷ θυμιώμενον, τὸ δὲ ἄρωμα τοῦτο οὕτω τι σπανιστὸν καθ᾽ ἡμᾶς νῦν, ὡς ψαιστὸν καὶ δάφνης φύλλα τοῖς θεοῖς θυμιᾶσθαι, δέομαι λιβανωτοῦ ταλάντων πεντήκοντα, ἵνα θεραπεύοιμι μὲν τοὺς θεούς, θεραπευοίμην δὲ αὐτός.’ ἔδωκε τὸν λιβανωτὸν ξὺν ἐπαίνῳ αὐτοκράτωρ ἐρυθριᾶν εἰπών, ἐπειδὴ μικρὰ ᾐτήθη.


Ξυνελάμβανε δὲ τῷ Ἑρμοκράτει τῶν ἐπιδείξεων [p. 112] πρῶτον μὲν τὸ τοῦ πάππου κλέος, γὰρ φύσις ἀνθρωπεία τὰς ἀρετὰς ἀσπάζεται μᾶλλον τὰς ἐκ πατέρων ἐς παῖδας διαδοθείσας, ὅθεν εὐκλεέστερος μὲν Ὀλυμπιονίκης ἐξ Ὀλυμπιονικῶν οἴκου, γενναιότερος δὲ στρατιώτης μὴ ἀστρατεύτων ἡδίους τε τῶν ἐπιτηδεύσεων αἱ πατέρων τε καὶ προγόνων οἴκου, καὶ τέχναι βελτίους αἱ κληρονομούμεναι, ξυνελάμβανε δὲ αὐτῷ καὶ ὥρα περὶ τῷ εἴδει, καὶ γὰρ ἐπίχαρις καὶ ἀγαλματίας, οἷα ἔφηβοι, καὶ τὸ θάρσος δὲ τοῦ μειρακίου τὸ ἐν τοῖς πλήθεσιν ἔκπληξιν ἐς τοὺς πολλοὺς ἔφερεν, ἣν ἐκπλήττονται ἄνθρωποι τοὺς τὰ μεγάλα μὴ ξὺν ἀγωνίᾳ πράττοντας. ἐδίδου τι καὶ εὔροια καὶ τῆς γλώττης κρότος καὶ τὸ ἐν στιγμῇ τοῦ καιροῦ ξυνορᾶν τὰς ὑποθέσεις καὶ τὰ ἀναγιγνωσκόμενά τε καὶ λεγόμενα παλαιότερα ὄντα νέῳ γε ἐνθυμηθῆναι καὶ ἑρμηνεῦσαι. αἱ μὲν δὴ μελέται τοῦ Ἑρμοκράτους ὀκτώ που ἴσως δέκα καί τις λόγος οὐ μακρός, ὃν ἐν Φωκαίᾳ διῆλθεν ἐν τῷ Πανιωνίῳ κρατῆρι. ἐμοὶ δὲ ἀποπεφάνθω μὴ ἄν τινα ὑπερφωνῆσαι τὴν μειρακίου τούτου γλῶτταν, εἰ μὴ ἀφῃρέθη τὸ παρελθεῖν ἐς ἄνδρας φθόνῳ ἁλούς. ἐτελεύτα δὲ κατ᾽ ἐνίους μὲν ὀκτὼ καὶ εἴκοσι γεγονώς, ὡς δὲ ἔνιοι, πέντε καὶ εἴκοσι, καὶ ἐδέξατο αὐτὸν πατρῴα γῆ καὶ αἱ πατρῷαι θῆκαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: