βαλβῖδα μὲν δὴ τοῦ λόγου ὁ Ἀπολλώνιος ἐκ τῆς Ἀδριανοῦ ἰδέας βέβληται ἅτε δὴ καὶ ἀκροατὴς γενόμενος, παραλλάττει δὲ ὅμως ἐς ῥυθμοὺς ἐμμέτρους τε καὶ ἀναπαίοντας, οὓς εἰ φυλάξαιτο, σεμνοπρεπὴς τὴν ἀπαγγελίαν δοκεῖ καὶ βεβηκώς. τουτὶ δέ ἐστιν εὑρεῖν καὶ ἐπ᾽ ἄλλων μὲν ὑποθέσεων, μάλιστα δὲ ἐπὶ τοῦ Καλλίου, ὃς ἀπαγορεύει τοῖς Ἀθηναίοις πυρὶ μὴ θάπτειν: ‘ὑψηλὴν ἆρον, ἄνθρωπε, τὴν δᾷδα. τί βιάζῃ καὶ κατάγεις κάτω καὶ βασανίζεις τὸ πῦρ; οὐράνιόν ἐστιν, αἰθέριόν ἐστιν, πρὸς τὸ ξυγγενὲς ἔρχεται τὸ πῦρ. οὐ κατάγει νεκρούς, ἀλλ᾽ ἀνάγει θεούς. ἰὼ Προμηθεῦ δᾳδοῦχε καὶ πυρφόρε, οἷά σου τὸ δῶρον ὑβρίζεται: νεκροῖς ἀναισθήτοις ἀναμίγνυται. ἐπάρηξον βοήθησον κλέψον, εἰ δυνατόν, κἀκεῖθεν τὸ πῦρ.’ παρεθέμην δὲ ταῦτα οὐ παραιτούμενος αὐτὸν τῶν ἀκολάστων ῥυθμῶν, ἀλλὰ διδάσκων, ὅτι μηδὲ τοὺς σωφρονεστέρους ῥυθμοὺς ἠγνόει ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ πέντε καὶ ἑβδομήκοντα ἔτη πολὺς καὶ ἐν τῷ Ἀθηναίων δήμῳ πνεύσας, ἐτάφη δὲ ἐν τῷ προαστείῳ τῆς Ἐλευσῖνάδε λεωφόρου. ὄνομα μὲν δὴ τῷ προαστείῳ Ἱερὰ συκῆ, τὰ δὲ Ἐλευσινόθεν ἱερά, ἐπειδὰν ἐς ἄστυ ἄγωσιν, ἐκεῖ ἀναπαύουσιν.