ἀγροικότερός τε ὢν τὸ εἶδος ὅμως ἀμήχανον εὐγένειαν ἐπεδήλου τοῖς ὄμμασι γοργόν τε καὶ φαιδρὸν βλέπων. τουτὶ δὲ καὶ Μεγιστίας ὁ Σμυρναῖος ἐν αὐτῷ καθεωρακέναι φησὶν οὐ τὰ δεύτερα τῶν φυσιογνωμονούντων νομισθείς: ἀφίκετο μὲν γὰρ ἐς τὴν Σμύρναν μετὰ τὸν Ἡρακλείδην ὁ Ἱππόδρομος οὔπω πρὸ τούτου ἥκων, ἀποβὰς δὲ τῆς νεὼς ἀπῄει ἐς ἀγοράν, εἴ τῳ ἐντύχοι πεπαιδευμένῳ τὰ ἐγχώρια. ἱερὸν δὲ κατιδὼν καὶ παιδαγωγούς τε προσκαθημένους ἀκολούθους τε παῖδας ἄχθη βιβλίων ἐν πήραις ἀνημμένους ξυνῆκεν, ὅτι παιδεύοι τις ἔνδον τῶν ἐπιφανῶν, καὶ ἔσω παρῄει καὶ προσειπὼν τὸν Μεγιστίαν ἐκάθητο ἐρωτῶν οὐδέν. ὁ μὲν δὴ Μεγιστίας ᾤετο ὑπὲρ μαθητῶν αὐτὸν διαλέξεσθαι οἱ, πατέρα ἴσως ἢ τροφέα παίδων ὄντα, καὶ ἤρετο, ὑπὲρ ὅτου ἥκοι, ὁ δὲ ‘πεύσῃ’ ἔφη ‘ἐπειδὰν αὐτοὶ γενώμεθα’. διακωδωνίσας οὖν ὁ Μεγιστίας τὰ μειράκια ‘λέγε’, ἔφη ‘ὅ τι βούλει’. καὶ ὁ Ἱππόδρομος ‘ἀντιδῶμεν ἀλλήλοις τὴν ἐσθῆτα’ εἶπεν, ἦν δὲ ἄρα τῷ μὲν Ἱπποδρόμῳ χλαμύς, τῷ δὲ αὖ δημηγορικὸν ἱμάτιον. ‘καὶ τίνα σοι νοῦν ἔχει τοῦτο’; ἦ δ᾽ ὁ Μεγιστίας. ‘ἐπίδειξιν’ ἔφη ‘σοι μελέτης ποιήσασθαι βούλομαι’. δαιμονᾶν μὲν οὖν αὐτὸν ᾠήθη ταῦτα ἐπαγγείλαντα καὶ τὴν γνώμην ἐλαύνεσθαι, τὰς βολὰς δὲ ἀνασκοπῶν τῶν ὀμμάτων καὶ ὁρῶν αὐτὸν ἔννουν καὶ καθεστηκότα ἀντέδωκε τὴν ἐσθῆτα ὑπόθεσίν τε αἰτήσαντι [p. 119] προὔβαλε τὸν μάγον τὸν ἀποθνήσκειν ἀξιοῦντα, ἐπειδὴ μὴ ἐδυνήθη ἀποκτεῖναι μάγον μοιχόν. ὡς δὲ ἱζήσας ἐπὶ τοῦ θρόνου καὶ σμικρὸν ἐπισχὼν ἀνεπήδησεν, μᾶλλον ἐσῄει τὸν Μεγιστίαν ὁ τῆς μανίας λόγος καὶ τὰ πλεονεκτήματα ἐμβροντησίαν ᾤετο, ἀρξαμένου δὲ τῆς ὑποθέσεως καὶ εἰπόντος ‘ἀλλ᾽ ἐμαυτόν γε δύναμαι’ ἐξέπεσεν ἑαυτοῦ ὑπὸ θαύματος καὶ προσδραμὼν αὐτῷ ἱκέτευε μαθεῖν, ὅστις εἴη. ‘εἰμὶ μὲν’ ἔφη ‘ἱππόδρομος ὁ Θετταλός, ἥκω δέ σοι ἐγγυμνασόμενος, ἵν᾽ ἐκμάθοιμι δι᾽ ἑνὸς ἀνδρὸς οὕτω πεπαιδευμένου τὸ ἦθος τῆς Ἰωνικῆς ἀκροάσεως. ἀλλ᾽ ὅρα με δι᾽ ὅλης τῆς ὑποθέσεως.’ περὶ τέρμα δὲ τοῦ λόγου δρόμος ὑπὸ τῶν κατὰ τὴν Σμύρναν πεπαιδευμένων ἐπὶ τὰς τοῦ Μεγιστίου θύρας ἐγένετο, ταχείας τῆς φήμης διαδοθείσης ἐς πάντας ἐπιχωριάζειν αὐτοῖς τὸν Ἱππόδρομον, ὁ δὲ ἀναλαβὼν τὴν ὑπόθεσιν ἑτέρᾳ δυνάμει μετεχειρίσατο τὰς ἤδη εἰρημένας ἐννοίας παρελθών τε ἐς τὸ κοινὸν τῶν Σμυρναίων ἀνὴρ ἔδοξε θαυμάσιος καὶ οἷος ἐν τοῖς πρὸ αὐτοῦ γράφεσθαι.