previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἀρχιερεὺς μὲν γὰρ ἐγένετο τῆς Ἀσίας αὐτός τε καὶ οἱ πρόγονοι αὐτοῦ παῖς ἐκ πατρὸς πάντες, δὲ στέφανος οὗτος πολὺς καὶ ὑπὲρ πολλῶν χρημάτων. δίδυμός τε ἀποτεχθεὶς ἄμφω μὲν ἤστην ἐν σπαργάνοις, πεμπταίων δὲ ὄντων κεραυνῷ μὲν ἐβλήθη ἕτερος, δὲ οὐδεμίαν ἐπηρώθη τῶν αἰσθήσεων ξυγκατακείμενος τῷ βληθέντι. καίτοι τὸ τῶν σκηπτῶν πῦρ οὕτω δριμὺ καὶ θειῶδες, ὡς τῶν ἀγχοῦ τοὺς μὲν ἀποκτείνειν κατ᾽ ἔκπληξιν, τῶν δὲ ἀκοάς τε καὶ ὀφθαλμοὺς σίνεσθαι, τῶν δὲ ἐς τοὺς νοῦς ἀποσκήπτειν. ἀλλ᾽ οὐδενὶ τούτων Σκοπελιανὸς ἥλω, διετέλεσε γὰρ δὴ καὶ ἐς γῆρας βαθὺ ἀκέραιός τε καὶ ἄρτιος. τουτὶ δὲ ὁπόθεν θαυμάζω, δηλῶσαί σοι βούλομαι: ἐδείπνουν μὲν κατὰ τὴν Λῆμνον ὑπὸ δρυὶ μεγάλῃ θερισταὶ ὀκτὼ περὶ τὸ καλούμενον Κέρας τῆς νήσου, τὸ δὲ χωρίον τοῦτο λιμήν ἐστιν ἐς κεραίας ἐπιστρέφων λεπτάς, νέφους δὲ τὴν δρῦν [p. 29] περισχόντος καὶ σκηπτοῦ ἐς αὐτὴν ἐκδοθέντος μὲν ἐβέβλητο, οἱ θερισταὶ δὲ ἐκπλήξεως αὐτοῖς ἐμπεσούσης, ἐφ᾽ οὗπερ ἔτυχεν ἕκαστος πράττων, οὕτως ἀπέθανεν, μὲν γὰρ κύλικα ἀναιρούμενος, δὲ πίνων, δὲ μάττων, δὲ ἐσθίων, δέ τι ποιῶν τὰς ψυχὰς ἀφῆκαν ἐπιτεθυμμένοι καὶ μέλανες, ὥσπερ οἱ χαλκοῖ τῶν ἀνδριάντων περὶ τὰς ἐμπύρους τῶν πηγῶν κεκαπνισμένοι. δὲ οὕτω τι οὐκ ἀθεεὶ ἐτρέφετο, ὡς διαφυγεῖν μέν τὸν ἐκ τοῦ σκηπτοῦ θάνατον, ὃν μηδὲ οἱ σκληρότατοι τῶν ἀγροίκων διέφυγον, ἄτρωτος δὲ μεῖναι τὰς αἰσθήσεις καὶ τὸν νοῦν ἕτοιμος καὶ ὕπνου κρείττων, καὶ γὰρ δὴ καὶ τὸ νωθρὸν αὐτοῦ ἀπῆν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: