ἦρξε δὲ αὐτῷ τῆς πρὸς τοὺς Κυντιλίους διαφορᾶς, ὡς μὲν οἱ πολλοί φασι, Πυθικὴ πανήγυρις, ἐπειδὴ ἑτεροδόξως τῆς μουσικῆς ἠκροῶντο, ὡς δὲ ἔνιοι, τὰ παισθέντα περὶ αὐτῶν Ἡρώδῃ πρὸς Μάρκον: ὁρῶν γὰρ αὐτοὺς Τρῶας μέν, μεγάλων δὲ ἀξιουμένους παρὰ τοῦ βασιλέως ‘ἐγὼ’ ἔφη ‘καὶ τὸν Δία μέμφομαι τὸν Ὁμηρικόν, ὅτι τοὺς Τρῶας φιλεῖ.’ ἡ δὲ ἀληθεστέρα αἰτία ἥδε: τὼ ἄνδρε τούτω, ὁπότε ἄμφω τῆς Ἑλλάδος ἠρχέτην, καλέσαντες ἐς τὴν ἐκκλησίαν Ἀθηναῖοι φωνὰς ἀφῆκαν τυραννουμένων πρὸς τὸν Ἡρώδην ἀποσημαίνοντες καὶ δεόμενοι ἐπὶ πᾶσιν ἐς τὰ βασίλεια ὦτα παραπεμφθῆναι τὰ εἰρημένα. τῶν δὲ Κυντιλίων παθόντων τι πρὸς τὸν δῆμον καὶ ξὺν ὁρμῇ ἀναπεμψάντων ἃ ἤκουσαν, ἐπιβουλεύεσθαι παρ᾽ αὐτῶν ὁ Ἡρώδης ἔφασκεν ὡς ἀναθολούντων ἐπ᾽ αὐτὸν τοὺς Ἀθηναίους. μετ᾽ ἐκείνην γὰρ τὴν ἐκκλησίαν Δημόστρατοι ἀνέφυσαν καὶ Πραξαγόραι καὶ Μαμερτῖνοι καὶ ἕτεροι πλείους ἐς τὸ ἀντίξοον τῷ Ἡρώδῃ πολιτεύοντες. γραψάμενος δὲ αὐτοὺς Ἡρώδης ὡς ἐπισυνιστάντας αὐτῷ τὸν δῆμον ἦγεν ἐπὶ τὴν ἡγεμονίαν, οἱ δὲ ὑπεξῆλθον ἀφανῶς παρὰ τὸν αὐτοκράτορα Μάρκον, θαρροῦντες τῇ τε φύσει τοῦ βασιλέως δημοτικωτέρᾳ οὔσῃ καὶ τῷ καιρῷ: ὧν γὰρ ὑπώπτευσε Λούκιον κοινωνὸν αὐτῷ τῆς ἀρχῆς γενόμενον, οὐδὲ τὸν Ἡρώδην ἠφίει τοῦ μὴ οὐ ξυμμετέχειν αὐτῷ. ὁ μὲν δὴ αὐτοκράτωρ ἐκάθητο ἐς τὰ Παιόνια ἔθνη ὁρμητηρίῳ τῷ Σιρμίῳ χρώμενος, κατέλυον δὲ οἱ μὲν ἀμφὶ τὸν Δημόστρατον περὶ τὰ βασίλεια, παρέχοντος αὐτοῖς ἀγορὰν τοῦ Μάρκου καὶ θαμὰ ἐρωτῶντος, εἴ του δέοιντο. [p. 68] φιλανθρώπως δὲ πρὸς αὐτοὺς ἔχειν αὐτός τε ἑαυτὸν ἐπεπείκει καὶ τῇ γυναικὶ ἐπέπειστο καὶ τῷ θυγατρίῳ ψελλιζομένῳ ἔτι, τοῦτο γὰρ μάλιστα ξὺν πολλοῖς θωπεύμασι περιπῖπτον τοῖς γόνασι τοῦ πατρὸς ἐδεῖτο σῶσαί οἱ τοὺς Ἀθηναίους. ὁ δὲ Ἡρώδης ἐν προαστείῳ ἐσκήνου, ἐν ὧ πύργοι ἐξῳκοδόμηντο καὶ ἡμιπύργια, καὶ δὴ ξυναπεδήμουν αὐτῷ καὶ δίδυμοι κόραι πρὸς ἀκμῇ γάμων θαυμαζόμεναι ἐπὶ τῷ εἴδει, ἃς ἐκνηπιώσας ὁ Ἡρώδης οἰνοχόους ἑαυτῷ καὶ ὀψοποιοὺς ἐπεποίητο θυγάτρια ἐπονομάζων καὶ ὧδε ἀσπαζόμενος — Ἀλκιμέδοντος μὲν δὴ αὗται θυγατέρες, ὁ δὲ Ἀλκιμέδων ἀπελεύθερος τοῦ Ἡρώδου — καθευδούσας δὲ αὐτὰς ἐν ἑνὶ τῶν πύργων, ὃς ἦν ἐχυρώτατος, σκηπτὸς ἐνεχθεὶς νύκτωρ ἀπέκτεινεν. ὑπὸ τούτου δὴ τοῦ πάθους ἔκφρων ὁ Ἡρώδης ἐγένετο καὶ παρῆλθεν ἐς τὸ βασίλειον δικαστήριον οὔτε ἔννους καὶ θανάτου ἐρῶν. παρελθὼν γὰρ καθίστατο ἐς διαβολὰς τοῦ αὐτοκράτορος οὐδὲ σχηματίσας τὸν λόγον, ὡς εἰκὸς ἦν ἄνδρα γεγυμνασμένον τῆς τοιᾶσδε ἰδέας μεταχειρίσασθαι τὴν ἑαυτοῦ χολήν, ἀλλ᾽ ἀπηγκωνισμένῃ τῇ γλώττῃ καὶ γυμνῇ διετείνετο λέγων ‘ταῦτά μοι ἡ Λουκίου ξενία, ὃν σύ μοι ἔπεμψας: ὅθεν δικάζεις, γυναικί με καὶ τριετεῖ παιδίῳ καταχαριζόμενος.’ Βασσαίου δὲ τοῦ πεπιστευμένου τὸ ξίφος θάνατον αὐτῷ φήσαντος ὁ Ἡρώδης ‘ὦ λῷστε’, ἔφη ‘γέρων ὀλίγα φοβεῖται.’ ὁ μὲν οὖν Ἡρώδης ἀπῆλθε τοῦ δικαστηρίου εἰπὼν ταῦτα καὶ μετέωρον καταλείψας πολὺ τοῦ ὕδατος, ἡμεῖς δὲ τῶν ἐπιδήλως τῷ Μάρκῳ φιλοσοφηθέντων καὶ τὰ περὶ τὴν δίκην ταύτην ἡγώμεθα: οὐ γὰρ ξυνήγαγε τὰς ὀφρῦς, οὐδὲ ἔτρεψε τὸ ὄμμα, ὃ κἂν διαιτητής τις ἔπαθεν, ἀλλ᾽ ἐπιστρέψας ἑαυτὸν ἐς [p. 69] τοὺς Ἀθηναίους ‘ἀπολογεῖσθε’, ἔφη, ‘ὦ Ἀθηναῖοι, εἰ καὶ μὴ ξυγχωρεῖ Ἡρώδης.’ καὶ ἀκούων ἀπολογουμένων ἐπὶ πολλοῖς μὲν ἀφανῶς ἤλγησεν, ἀναγιγνωσκομένης δὲ αὐτῷ καὶ Ἀθηναίων ἐκκλησίας, ἐν ᾗ ἐφαίνοντο καθαπτόμενοι τοῦ Ἡρώδου, ὡς τοὺς ἄρχοντας τῆς Ἑλλάδος ὑποποιουμένου πολλῷ τῷ μέλιτι καί που καὶ βεβοηκότες ‘ὢ πικροῦ μέλιτος’ καὶ πάλιν ‘μακάριοι οἱ ἐν τῷ λοιμῷ ἀποθνήσκοντες’ οὕτως ἐσείσθη τὴν καρδίαν ὑφ᾽ ὧν ἤκουσεν, ὡς ἐς δάκρυα φανερὰ ὑπαχθῆναι. τῆς δὲ τῶν Ἀθηναίων ἀπολογίας ἐχούσης κατηγορίαν τοῦ τε Ἡρώδου καὶ τῶν ἀπελευθέρων τὴν ὀργὴν ὁ Μάρκος ἐς τοὺς ἀπελευθέρους ἔτρεψε κολάσει χρησάμενος ὡς οἷόν τε ἐπιεικεῖ, οὕτω γὰρ αὐτὸς χαρακτηρίζει τὴν ἑαυτοῦ κρίσιν, μόνῳ δὲ Ἀλκιμέδοντι τὴν τιμωρίαν ἐπανῆκεν ἀποχρῶσαν εἶναί οἱ φήσας τὴν ἐπὶ τοῖς τέκνοις συμφοράν. ταῦτα μὲν δὴ ὧδε ἐφιλοσοφεῖτο τῷ Μάρκῳ.