previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ια


τὸν δὲ Βυζάντιον σοφιστὴν Χρῆστον ἀδικεῖ Ἑλλὰς ἀμελοῦντες ἀνδρός, ὃς ἄριστα μὲν Ἑλλήνων ὑπὸ Ἡρώδου ἐπαιδεύθη, πολλοὺς δὲ ἐπαίδευσε καὶ θαυμασίους ἄνδρας, ὧν ἐγένετο Ἱππόδρομός [p. 95] τε σοφιστὴς καὶ Φιλίσκος καὶ Ἰσαγόρας τῆς τραγῳδίας ποιητὴς ῥήτορές τε εὐδόκιμοι Νικομήδης ἐκ τοῦ Περγάμου καὶ Ἀκύλας ἐκ τῆς ἑῴου Γαλατίας καὶ Ἀρισταίνετος Βυζάντιος καὶ τῶν ἐλλογίμως φιλοσοφησάντων Κάλλαισχρός τε Ἀθηναῖος καὶ ἐπὶ βωμῷ Σῶσπις καὶ πλείους ἕτεροι λόγου ἄξιοι. παιδεύοντι δὲ αὐτῷ κατὰ τοὺς Ἀδριανοῦ τοῦ σοφιστοῦ καιροὺς ἑκατὸν ἔμμισθοι ἀκροαταὶ ἦσαν καὶ ἄριστοι τούτων, οὓς εἶπον. Ἀδριανοῦ δὲ καθιδρυθέντος ἐς τὴν Ῥώμην ἐψηφίζοντο μὲν οἱ Ἀθηναῖοι πρεσβεύεσθαι ὑπὲρ Χρήστου τὸν Ἀθήνησιν αὐτῷ θρόνον ἐκ βασιλέως αἰτοῦντες, δὲ παρελθὼν ἐς αὐτοὺς ἐκκλησιάζοντας διέλυσε τὴν πρέσβευσιν ἄλλα τε διαλεχθεὶς ἀξιόλογα καὶ ἐπὶ πᾶσιν εἰπὼνοὐχ αἱ μύριαι τὸν ἄνδρα.’


οἴνου δὲ ἡττώμενος παροινίας ἐκράτει καὶ εὐχερείας καὶ ἀγερωχίας, ἣν οἶνος ἐπὶ τὰς γνώμας τῶν ἀνθρώπων ἐσάγει, τοσοῦτον δὲ αὐτῷ περιῆν τοῦ νήφειν, ὡς καὶ ἐς ἀλεκτρυόνων ᾠδὰς προβάντος τοῦ πότου σπουδῆς αὐτὸν ἅπτεσθαι, πρὶν ὕπνου σπάσαι. διεβέβλητο δὲ μάλιστα πρὸς τοὺς ἀλαζόνας τῶν νέων καίτοι χρησιμωτέρους τῶν ἄλλων ὄντας ἐς τὰς ξυμβολὰς τοῦ μισθοῦ. Διογένη γοῦν τὸν Ἀμαστριανὸν ὁρῶν τετυφωμένον ἐκ μειρακίου καὶ περινοοῦντα μὲν σατραπείας, περινοοῦντα δὲ αὐλὰς καὶ τὸ ἀγχοῦ βασιλέων ἑστήξειν, λέγοντα δέ, ὡς δεῖνα Αἰγύπτιος προειρήκοι αὐτῷ ταῦτα, ... μηδὲ τὰ ἑαυτοῦ σιωπῶν.


τὴν δὲ ἰδέαν τῶν λόγων πεποίκιλται μὲν ἐκ τῶν Ἡρώδου πλεονεκτημάτων, λείπεται δὲ αὐτῶν τοῦ ἑτοίμου, καθάπερ ἐν ζωγραφίᾳ ἄνευ χρωμάτων ἐσκιαγραφημένη μίμησις, προὔβη δὲ ἂν [p. 96] καὶ ἐς τὸ ἴσον τῆς ἀρετῆς, εἰ μὴ πεντηκοντούτης ἀπέθανεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: