previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ζ


Δίωνα δὲ τὸν Προυσαῖον οὐκ οἶδ᾽ τι χρὴ προσειπεῖν διὰ τὴν ἐς πάντα ἀρετήν, Ἀμαλθείας γὰρ κέρας ἦν, τὸ τοῦ λόγου, ξυγκείμενος μὲν τῶν ἄριστα [p. 7] εἰρημένων τοῦ ἀρίστου, βλέπων δὲ πρὸς τὴν Δημοσθένους ἠχὼ καὶ Πλάτωνος, , καθάπερ αἱ μαγάδες τοῖς ὀργάνοις, προσηχεῖ Δίων τὸ ἑαυτοῦ ἴδιον ξὺν ἀφελείᾳ ἐπεστραμμένῃ. ἀρίστη δὲ ἐν τοῖς Δίωνος λόγοις καὶ τοῦ ἤθους κρᾶσις: ὑβριζούσαις τε γὰρ πόλεσι πλεῖστα ἐπιπλήξας οὐ φιλολοίδορος, οὐδὲ ἀηδὴς ἔδοξεν, ἀλλ᾽ οἷον ἵππων ὕβριν χαλινῷ καταρτύων μᾶλλον μάστιγι, πόλεών τε εὐνομουμένων ἐς ἐπαίνους καταστὰς οὐκ ἐπαίρειν αὐτὰς ἔδοξεν, ἀλλ᾽ ἐπιστρέφειν μᾶλλον ὡς ἀπολουμένας, εἰ μεταβάλοιντο. ἦν δὲ αὐτῷ καὶ τὸ τῆς ἄλλης φιλοσοφίας ἦθος οὐ κοινὸν οὐδὲ εἰρωνικόν, ἀλλὰ ἐμβριθῶς μὲν ἐγκείμενον, κεχρωσμένον δέ, οἷον ἡδύσματι, τῇ πρᾳότητι. ὡς δὲ καὶ ἱστορίαν ἱκανὸς ἦν ξυγγράφειν, δηλοῖ τὰ Γετικά, καὶ γὰρ δὴ καὶ ἐς Γέτας ἦλθεν, ὁπότε ἠλᾶτο. τὸν δὲ Εὐβοέα καὶ τὸν τοῦ ψιττακοῦ ἔπαινον καὶ ὁπόσα οὐχ ὑπὲρ μεγάλων ἐσπούδασται τῷ Δίωνι, μὴ μικρὰ ἡγώμεθα, ἀλλὰ σοφιστικά, σοφιστοῦ γὰρ τὸ καὶ ὑπὲρ τοιούτων σπουδάζειν.


γενόμενος δὲ κατὰ τοὺς χρόνους, οὓς Ἀπολλώνιός τε Τυανεὺς καὶ Εὐφράτης Τύριος ἐφιλοσόφουν, ἀμφοτέροις ἐπιτηδείως εἶχε καίτοι διαφερομένοις πρὸς ἀλλήλους ἔξω τοῦ φιλοσοφίας ἤθους. τὴν δὲ ἐς τὰ Γετικὰ ἔθνη πάροδον τοῦ ἀνδρὸς φυγὴν μὲν οὐκ ἀξιῶ ὀνομάζειν, ἐπεὶ μὴ προσετάχθη αὐτῷ φυγεῖν, οὐδὲ ἀποδημίαν, ἐπειδὴ τοῦ φανεροῦ ἐξέστη κλέπτων ἑαυτὸν ὀφθαλμῶν τε καὶ ὤτων καὶ ἄλλα ἐν ἄλλῃ γῇ πράττων δέει τῶν κατὰ τὴν πόλιν τυραννίδων, ὑφ᾽ ὧν ἠλαύνετο φιλοσοφία πᾶσα. φυτεύων δὲ καὶ σκάπτων καὶ ἐπαντλῶν βαλανείοις τε καὶ κήποις καὶ πολλὰ τοιαῦτα ὑπὲρ τροφῆς ἐργαζόμενος οὐδὲ τοῦ σπουδάζειν ἠμέλει, ἀλλ᾽ ἀπὸ δυοῖν βιβλίοιν [p. 8] ἑαυτὸν ξυνεῖχεν: ταυτὶ δὲ ἦν τε Φαίδων τοῦ Πλάτωνος καὶ Δημοσθένους κατὰ τῆς πρεσβείας. θαμίζων δὲ ἐς τὰ στρατόπεδα, ἐν οἷσπερ εἰώθει τρύχεσθαι, καὶ τοὺς στρατιώτας ὁρῶν ἐς νεώτερα ὁρμῶντας ἐπὶ Δομετιανῷ ἀπεσφαγμένῳ οὐκ ἐφείσατο ἀταξίαν ἰδὼν ἐκραγεῖσαν, ἀλλὰ γυμνὸς ἀναπηδήσας ἐπὶ βωμὸν ὑψηλὸν ἤρξατο τοῦ λόγου ὧδε: ‘αὐτὰρ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,’ καὶ εἰπὼν ταῦτα καὶ δηλώσας ἑαυτόν, ὅτι μὴ πτωχός, μηδὲ ὃν ᾤοντο, Δίων δὲ εἴη σοφός, ἐπὶ μὲν τὴν κατηγορίαν τοῦ τυράννου πολὺς ἔπνευσεν, τοὺς δὲ στρατιώτας ἐδίδαξεν ἀμείνω φρονεῖν τὰ δοκοῦντα Ῥωμαίοις πράττοντας. καὶ γὰρ πειθὼ τοῦ ἀνδρὸς οἵα καταθέλξαι καὶ τοὺς μὴ τὰ Ἑλλήνων ἀκριβοῦντας: Τραιανὸς γοῦν αὐτοκράτωρ ἀναθέμενος αὐτὸν ἐπὶ τῆς Ῥώμης ἐς τὴν χρυσῆν ἅμαξαν, ἐφ᾽ ἧς οἱ βασιλεῖς τὰς ἐκ τῶν πολέμων πομπὰς πομπεύουσιν, ἔλεγε θαμὰ ἐπιστρεφόμενος ἐς τὸν Δίωνατί μὲν λέγεις, οὐκ οἶδα, φιλῶ δέ σε ὡς ἐμαυτόν’. Σοφιστικώτατοι δὲ τοῦ Δίωνος αἱ τῶν λόγων εἰκόνες, ἐν αἷς εἰ καὶ πολύς, ἀλλὰ καὶ ἐναργὴς καὶ τοῖς ὑποκειμένοις ὅμοιος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: