ιε
Ἀντιφῶντα δὲ τὸν Ῥαμνούσιον οὐκ οἶδ᾽, εἴτε χρηστὸν δεῖ προσειπεῖν, εἴτε φαῦλον. χρηστὸς μὲν γὰρ προσειρήσθω διὰ τάδε: ἐστρατήγησε πλεῖστα, ἐνίκησε πλεῖστα, ἑξήκοντα τριήρεσι πεπληρωμέναις ηὔξησεν Ἀθηναίοις τὸ ναυτικόν, ἱκανώτατος ἀνθρώπων ἔδοξεν εἰπεῖν τε καὶ γνῶναι: διὰ μὲν δὴ ταῦτα ἐμοί τε ἐπαινετέος καὶ ἑτέρῳ. κακὸς δ᾽ ἂν εἰκότως διὰ τάδε φαίνοιτο: κατέλυσε τὴν δημοκρατίαν, ἐδούλωσε τὸν Ἀθηναίων δῆμον, ἐλακώνισε κατ᾽ ἀρχὰς μὲν ἀφανῶς, ὕστερον δ᾽ ἐπιδήλως, τυράννων τετρακοσίων δῆμον ἐπαφῆκε τοῖς Ἀθηναίων πράγμασιν.
ῥητορικὴν δὲ τὸν Ἀντιφῶντα οἱ μὲν οὐκ οὖσαν εὑρεῖν, οἱ δ᾽ εὑρημένην αὐξῆσαι, γενέσθαι τε αὐτὸν οἱ μὲν αὐτομαθῶς σοφόν, οἱ δὲ ἐκ πατρός. πατέρα γὰρ εἶναι δὴ αὐτῷ Σώφιλον διδάσκαλον ῥητορικῶν λόγων, ὃς ἄλλους τε τῶν ἐν δυνάμει καὶ τὸν τοῦ Κλεινίου ἐπαίδευσεν. πιθαντώτατος δὲ ὁ Ἀντιφῶν γενόμενος [p. 16] καὶ προσρηθεὶς Νέστωρ ἐπὶ τῷ περὶ παντὸς εἰπὼν ἂν πεῖσαι νηπενθεῖς ἀκροάσεις ἐπήγγειλεν, ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης. καθάπτεται δὲ ἡ κωμῳδία τοῦ Ἀντιφῶντος ὡς δεινοῦ τὰ δικανικὰ καὶ λόγους κατὰ τοῦ δικαίου ξυγκειμένους ἀποδιδομένου πολλῶν χρημάτων αὐτοῖς μάλιστα τοῖς κινδυνεύουσιν. τουτὶ ὁποίαν ἔχει φύσιν, ἐγὼ δηλώσω: ἄνθρωποι κατὰ μὲν τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας τιμῶσι τοὺς ἐν ἑκάστῃ αὐτῶν προὔχοντας καὶ θαυμάζουσι τῶν ἰατρῶν τοὺς μᾶλλον παρὰ τοὺς ἧττον, θαυμάζουσι δ᾽ ἐν μαντικῇ καὶ μουσικῇ τὸν σοφώτερον, τὴν αὐτὴν καὶ περὶ τεκτονικῆς καὶ πασῶν βαναύσων τιθέμενοι ψῆφον, ῥητορικὴν δὲ ἐπαινοῦσι μέν, ὑποπτεύουσι δὲ ὡς πανοῦργον καὶ φιλοχρήματον καὶ κατὰ τοῦ δικαίου ξυγκειμένην. γιγνώσκουσι δ᾽ οὕτω περὶ τῆς τέχνης οὐχ οἱ πολλοὶ μᾶλλον, ἀλλὰ καὶ τῶν σπουδαίων οἱ ἐλλογιμώτατοι: καλοῦσι γοῦν δεινοὺς ῥήτορας τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας, οὐκ εὔφημον ἐπωνυμίαν τιθέμενοι τῷ πλεονεκτήματι. τούτου δὲ φύσιν τοιαύτην ἔχοντος οὐκ ἀπεικὸς ἦν, οἶμαι, γενέσθαι καὶ τὸν Ἀντιφῶντα κωμῳδίας λόγον αὐτὰ μάλιστα κωμῳδούσης τὰ λόγου ἄξια.
ἀπέθανε μὲν οὖν περὶ Σικελίαν ὑπὸ Διονυσίου τοῦ τυράννου, τὰς δ᾽ αἰτίας, ἐφ᾽ αἷς ἀπέθανεν, Ἀντιφῶντι μᾶλλον ἢ Διονυσίῳ προσγράφομεν: διεφαύλιζε γὰρ τὰς τοῦ Διονυσίου τραγῳδίας, ἐφ᾽ αἷς ὁ Διονύσιος ἐφρόνει μεῖζον ἢ ἐπὶ τῷ τυραννεύειν, σπουδάζοντος δὲ τοῦ τυράννου περὶ εὐγενείας χαλκοῦ καὶ ἐρομένου τοὺς παρόντας, τίς ἤπειρος ἢ νῆσος, ἣ τὸν ἄριστον χαλκὸν φύει, παρατυχὼν ὁ Ἀντιφῶν τῷ λόγῳ‘ἐγὼ ἄριστον’ ἔφη ‘οἶδα τὸν Ἀθήνησιν, οὗ [p. 17] γεγόνασιν Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνες.’ ἐπὶ μὲν δὴ τούτοις ἀπέθανεν, ὡς ὑφέρπων τὸν Διονύσιον καὶ τρέπων ἐπ᾽ αὐτὸν τοὺς Σικελιώτας. ἥμαρτε δὲ ὁ Ἀντιφῶν πρῶτον μὲν τυράννῳ προσκρούων, ὑφ᾽ ᾧ ζῆν ᾕρητο μᾶλλον ἢ οἴκοι δημοκρατεῖσθαι, ἔπειτα Σικελιώτας μὲν ἐλευθερῶν, Ἀθηναίους δὲ δουλούμενος. καὶ μὴν καὶ τοῦ τραγῳδίαν ποιεῖν ἀπάγων τὸν Διονύσιον ἀπῆγεν αὐτὸν τοῦ ῥᾳθυμεῖν, αἱ γὰρ τοιαίδε σπουδαὶ ῥᾴθυμοι, καὶ οἱ τύραννοι δὲ αἱρετώτεροι τοῖς ἀρχομένοις ἀνειμένοι μᾶλλον ἢ ξυντείνοντες, εἰ γὰρ ἀνήσουσιν, ἧττον μὲν ἀποκτενοῦσιν, ἧττον δὲ δράσονταί τε καὶ ἁρπάσονται, τύραννος δὲ τραγῳδίαις ἐπιτιθέμενος ἰατρῷ εἰκάσθω νοσοῦντι μέν, ἑαυτὸν δὲ θεραπεύοντι: αἱ γὰρ μυθοποιίαι καὶ αἱ μονῳδίαι καὶ οἱ ῥυθμοὶ τῶν χορῶν καὶ ἡ τῶν ἠθῶν μίμησις, ὧν ἀνάγκη τὰ πλείω χρηστὰ φαίνεσθαι, μεταβάλλει τοὺς τυράννους τοῦ ἀπαραιτήτου καὶ σφοδροῦ, καθάπερ αἱ φαρμακοποσίαι τὰς νόσους. ταῦτα μὴ κατηγορίαν Ἀντιφῶντος, ἀλλὰ ξυμβουλίαν ἐς πάντας ἡγώμεθα τοῦ μὴ ἐκκαλεῖσθαι τὰς τυραννίδας, μηδὲ ἐς ὀργὴν ἄγειν ἤθη ὠμά.
λόγοι δ᾽ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτερος δὲ ὁ ὑπὲρ τῆς ὁμονοίας, ἐν ᾧ γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσοφοι σεμνή τε ἀπαγγελία καὶ ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις.