ἐπεὶ δὲ παριὼν ἧκε μετὰ τῆς ἀδελφῆς Πτολεμαῖος μὲν ἐπὶ τὸ πάσης τῆς σφετέρας παρατάξεως εὐώνυμον, Ἀντίοχος δὲ μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸ δεξιόν, σημήναντες τὸ πολεμικὸν συνέβαλον πρῶτον τοῖς θηρίοις. [2] ὀλίγα μὲν οὖν τινα τῶν παρὰ Πτολεμαίου συνήρεισε τοῖς ἐναντίοις: ἐφ᾽ ὧν ἐποίουν ἀγῶνα καλὸν οἱ πυργομαχοῦντες, ἐκ χειρὸς ταῖς σαρίσαις διαδορατιζόμενοι καὶ τύπτοντες ἀλλήλους, ἔτι δὲ καλλίω τὰ θηρία, βιαιομαχοῦντα καὶ συμπίπτοντα κατὰ πρόσωπον αὑτοῖς. [3] ἔστι γὰρ ἡ τῶν ζῴων μάχη τοιαύτη τις. συμπλέξαντα καὶ παρεμβαλόντα τοὺς ὀδόντας εἰς ἀλλήλους ὠθεῖ τῇ βίᾳ, διερειδόμενα περὶ τῆς χώρας, ἕως ἂν κατακρατῆσαν τῇ δυνάμει θάτερον παρώσῃ τὴν θατέρου προνομήν: [4] ὅταν δ᾽ ἅπαξ ἐγκλῖναν πλάγιον λάβῃ, τιτρώσκει τοῖς ὀδοῦσι, καθάπερ οἱ ταῦροι τοῖς κέρασι. [5] τὰ δὲ πλεῖστα τῶν τοῦ Πτολεμαίου θηρίων ἀπεδειλία τὴν μάχην, ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Λιβυκοῖς ἐλέφασι: [6] τὴν γὰρ ὀσμὴν καὶ φωνὴν οὐ μένουσιν, ἀλλὰ καὶ καταπεπληγμένοι τὸ μέγεθος καὶ τὴν δύναμιν, ὥς γ᾽ ἐμοὶ δοκεῖ, φεύγουσιν εὐθέως ἐξ ἀποστήματος τοὺς Ἰνδικοὺς ἐλέφαντας: ὃ καὶ τότε συνέβη γενέσθαι. [7] τούτων δὲ διαταραχθέντων καὶ πρὸς τὰς αὑτῶν τάξεις συνωθουμένων, τὸ μὲν ἄγημα τὸ τοῦ Πτολεμαίου πιεζόμενον ὑπὸ τῶν θηρίων ἐνέκλινε, [8] τοῖς δὲ περὶ τὸν Πολυκράτην καὶ τοῖς ὑπὸ τοῦτον ἱππεῦσι διατεταγμένοις οἱ περὶ τὸν Ἀντίοχον ὑπὲρ τὰ θηρία περικερῶντες καὶ προσπίπτοντες ἐνέβαλον. ἅμα δὲ τούτοις, [9] τῶν ἐλεφάντων ἐντός, οἱ περὶ τὴν φάλαγγα τῶν Ἑλλήνων μισθοφόροι προσπεσόντες τοὺς τοῦ Πτολεμαίου πελταστὰς ἐξέωσαν, προσυγκεχυκότων ἤδη καὶ τὰς τούτων τάξεις τῶν θηρίων. [10] τὸ μὲν οὖν εὐώνυμον τοῦ Πτολεμαίου τοῦτον τὸν