[3] καὶ τοὺς πρότερον κατὰ τῶν μηδὲν ἀδικούντων πᾶσαν ἱκανὴν ποιουμένους πρόφασιν εἰς τὸ πολεμεῖν διὰ τὴν πλεονεξίαν τότε συνορῶν ἑκουσίως παρασπονδουμένους καὶ τὰς μεγίστας ἀπολλύντας πόλεις ἐθελοντὴν ἐφ᾽ ᾧ μόνον ἰδεῖν ἀξιόχρεων γενόμενον ἀνταγωνιστὴν Κλεομένη τοῖς Ἀχαιοῖς,