[18] τοῦ δὲ Λευκίου γράψαντος τοῖς μὲν Κιβυράταις τηρεῖν ἐπιμελῶς τὸν Πολυάρατον καὶ κομίζειν εἰς τὴν Ῥόδον, τοῖς δὲ Ῥοδίοις φροντίζειν τῆς κατὰ θάλατταν παραπομπῆς, ἵνα μετ᾽ ἀσφαλείας εἰς τὴν Ῥωμαίων ἀνακομισθῇ, πειθαρχησάντων δ᾽ ἀμφοτέρων τοῖς γραφομένοις,