[3] αὐτὸς δ᾽, ἔτι πρότερον γεγραφὼς τοῖς Μεσσηνίοις καὶ τοῖς Ἠπειρώταις, ἔτι δὲ τοῖς Ἀκαρνᾶσι καὶ Σκερδιλαΐδᾳ, πληροῦν ἑκάστοις τὰ παρ᾽ αὑτοῖς πλοῖα καὶ συναντᾶν εἰς Κεφαλληνίαν, ἀναχθεὶς ἐκ τῶν Πατρῶν κατὰ τὴν σύνταξιν ἔπλει, καὶ προσέσχε τῆς Κεφαλληνίας κατὰ Πρόννους.