[4] ὁ δὲ περίβολος τῆς πόλεως οὐ πλεῖον εἴκοσι σταδίων ὑπῆρχε τὸ πρότερον — καίτοι γ᾽ οὐκ ἀγνοῶ διότι πολλοῖς εἴρηται τετταράκοντα: τὸ δ᾽ ἐστὶ ψεῦδος. οὐ γὰρ ἐξ ἀκοῆς ἡμεῖς, ἀλλ᾽ αὐτόπται γεγονότες μετ᾽ ἐπιστάσεως ἀποφαινόμεθα — νῦν δὲ καὶ μᾶλλον ἔτι συνῄρηται.