[2] ὁ δ᾽ Ἀχαιὸς Ἀλέξων ὁ καὶ τοῖς Ἀκραγαντίνοις κατὰ τοὺς ἐπάνω χρόνους αἴτιος γενόμενος τῆς σωτηρίας, καθ᾽ ὃν καιρὸν ἐπεβάλοντο παρασπονδεῖν αὐτοὺς οἱ τῶν Συρακοσίων μισθοφόροι, καὶ τότε πρῶτος συνεὶς τὴν πρᾶξιν ἀνήγγειλε τῷ στρατηγῷ τῶν Καρχηδονίων.