[4] τῶν δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον ἀπομαρτυρούντων τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ πρεσβυτέρου παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν Κυρήνην ὁ νεώτερος καὶ τὸ πνεῦμα δι᾽ αὐτοὺς ἔχοι: τοιαύτην γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ προσκοπήν: