[12] μέχρι γὰρ τούτου τὴν ἡσυχίαν ἦγε, προσανέχων καὶ μεμνημένος τῆς προγεγενημένης συμφορᾶς, ἕως οὗ πάντα διαπραξάμενοι κατὰ τὰς αὑτῶν προαιρέσεις οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον ἐπανῆλθον εἰς τὴν οἰκείαν, καίπερ διὰ τόπων ποιούμενοι τὰς πορείας εὐεπιθέτων καὶ στενῶν καὶ μόνον σαλπιγκτοῦ δεομένων.