[5]
ὁ δὲ Κλεομένης ἐπιγνοὺς τοὺς Ἀχαιοὺς συντιθεμένους τὰ πρὸς τὸν Ἀντίγονον, ἀναζεύξας ἀπὸ τοῦ Σικυῶνος κατεστρατοπέδευσε περὶ τὸν Ἰσθμόν, διαλαβὼν χάρακι καὶ τάφρῳ τὸν μεταξὺ τόπον τοῦ τ᾽ Ἀκροκορίνθου καὶ τῶν Ὀνείων καλουμένων ὀρῶν, πᾶσαν ἤδη βεβαίως περιειληφὼς ταῖς ἐλπίσι τὴν Πελοποννησίων ἀρχήν.