[3] καὶ γὰρ ἐκκοπὰς δένδρων ἐπεποίηντο συνεχεῖς καὶ λίθων πλήθη μεγέθει διαφερόντων συνηθροίκεισαν: αὐτοί τε παρ᾽ ὅλην τὴν φάραγγα τὰς εὐκαίρους ὑπεροχὰς καὶ δυναμένας σφίσιν ἀσφάλειαν παρέχεσθαι κατειληφότες ἐτήρουν, ὥστ᾽, εἰ μὴ διήμαρτον, ἐντελῶς ἂν ἐξαδυνατήσαντα τὸν Ἀντίοχον ἀποστῆναι τῆς ἐπιβολῆς.