[2] οἷς οὕτως ἐπιδεξίως ἀπήντησεν Ἀντίοχος καὶ φιλοφρόνως ὥστε μὴ οἷον τοὺς περὶ τὸν Τεβέριον ὑποπτεῦσαί τι περὶ αὐτοῦ πραγματικὸν ἢ παρατριβῆς ἔμφασιν ἔχον ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν, ἀλλὰ καὶ τῶν λεγόντων τι τοιοῦτον καταγινώσκειν διὰ τὴν ὑπερβολὴν τῆς κατὰ τὴν ἀπάντησιν φιλανθρωπίας: