previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φίλιππος δὲ κατὰ τὴν παραχειμασίαν ἀναλογιζόμενος ὅτι πρὸς τὰς ἐπιβολὰς αὐτοῦ χρεία πλοίων ἐστὶ καὶ τῆς κατὰ θάλατταν ὑπηρεσίας, καὶ ταύτης οὐχ ὡς πρὸς ναυμαχίαν[2] τοῦτο μὲν γὰρ οὐδ᾽ ἂν ἤλπισε δυνατὸς εἶναι, Ῥωμαίοις διαναυμαχεῖνἀλλὰ μᾶλλον ἕως τοῦ παρακομίζειν στρατιώτας καὶ θᾶττον διαίρειν οὗ πρόθοιτο καὶ παραδόξως ἐπιφαίνεσθαι τοῖς πολεμίοις: [3] διόπερ ὑπολαβὼν ἀρίστην εἶναι πρὸς ταῦτα τὴν τῶν Ἰλλυριῶν ναυπηγίαν ἑκατὸν ἐπεβάλετο λέμβους κατασκευάζειν, σχεδὸν πρῶτος τῶν ἐν Μακεδονίᾳ βασιλέων. [4] καταρτίσας δὲ τούτους συνῆγε τὰς δυνάμεις ἀρχομένης θερείας, καὶ βραχέα προσασκήσας τοὺς Μακεδόνας ἐν ταῖς εἰρεσίαις ἀνήχθη. [5] κατὰ δὲ τὸν αὐτὸν καιρὸν Ἀντίοχος μὲν ὑπερέβαλε τὸν Ταῦρον, Φίλιππος δὲ ποιησάμενος τὸν πλοῦν δι᾽ Εὐρίπου καὶ [τοῦ] περὶ Μαλέαν ἧκε πρὸς τοὺς περὶ Κεφαλληνίαν καὶ Λευκάδα τόπους, ἐν οἷς καθορμισθεὶς ἐκαραδόκει πολυπραγμονῶν τὸν τῶν Ῥωμαίων στόλον. [6] πυνθανόμενος δὲ περὶ τὸ Λιλύβαιον αὐτοὺς ὁρμεῖν, θαρρήσας ἀνήχθη, καὶ προῆγε ποιούμενος τὸν πλοῦν ὡς ἐπ᾽

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: