previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλπίδας ὥρμησε πρὸς ταύτας τὰς ἐπιβολάς. ἐν καιρῷ πάλιν ἁθροισθέντος τοῦ συνεδρίου, καὶ κελεύσαντος λέγειν τοῦ βασιλέως ὑπὲρ τοῦ πῶς δεῖ χρῆσθαι ταῖς ἐπὶ τὸν Μόλωνα παρασκευαῖς, αὖτις Ἐπιγένους καταρξαμένου καὶ λέγοντος περὶ τῶν ἐνεστώτων, [2] ὡς ἔδει μὲν πάλαι μὴ μέλλειν κατὰ τὴν αὑτοῦ συμβουλίαν πρὸ τοῦ τηλικαῦτα προτερήματα λαβεῖν τοὺς ἐχθρούς, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔτι φάσκοντος δεῖν ἔχεσθαι τῶν πραγμάτων, [3] πάλιν Ἑρμείας ἀκρίτως καὶ προπετῶς ἐξοργισθεὶς ἤρξατο λοιδορεῖν τὸν εἰρημένον. [4] ἅμα δὲ φορτικῶς μὲν αὑτὸν ἐγκωμιάζων, ἀστόχους δὲ καὶ ψευδεῖς ποιούμενος κατηγορίας Ἐπιγένους, μαρτυρόμενος δὲ τὸν βασιλέα μὴ παριδεῖν οὕτως ἀλόγως μηδ᾽ ἀποστῆναι τῶν περὶ Κοίλης Συρίας ἐλπίδων, [5] προσέκοπτε μὲν τοῖς πολλοῖς, ἐλύπει δὲ καὶ τὸν Ἀντίοχον, μόλις δὲ κατέπαυσε τὴν ἁψιμαχίαν, πολλὴν ποιησαμένου τοῦ βασιλέως σπουδὴν εἰς τὸ διαλύειν αὐτούς. [6] δόξαντος δὲ τοῖς πολλοῖς Ἐπιγένους ἀναγκαιότερα καὶ συμφορώτερα λέγειν, ἐκυρώθη τὸ διαβούλιον στρατεύειν ἐπὶ τὸν Μόλωνα καὶ τούτων ἔχεσθαι τῶν πράξεων. [7] ταχὺ δὲ συνυποκριθεὶς καὶ μεταπεσὼν Ἑρμείας, καὶ φήσας δεῖν ἅπαντας τὸ κριθὲν ἀπροφασίστως συμπράττειν, οὗτος αὐτὸς ἕτοιμος ἦν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: