Ἀντίοχος δὲ παραγενόμενος ἐπὶ τὸν Εὐφράτην καὶ προσαναλαβὼν τὴν δύναμιν αὖτις ἐξώρμα, καὶ διανύσας εἰς Ἀντιόχειαν τὴν ἐν Μυγδονίᾳ περὶ τροπὰς χειμερινὰς ἐπέμεινε, θέλων ἀποδέξασθαι τὴν ἐπιφορὰν καὶ τὴν ἀκμὴν τοῦ χειμῶνος. [2] μείνας δὲ περὶ τετταράκονθ᾽ ἡμέρας προῆγεν εἰς Λίββαν. [3] ἀποδοθέντος δ᾽ ἐκεῖσε διαβουλίου ποίᾳ δεῖ προάγειν ἐπὶ τὸν Μόλωνα καὶ πῶς πόθεν κεχρῆσθαι ταῖς εἰς τὰς πορείας χορηγίαις — ἐτύγχανε γὰρ ὁ Μόλων ἐν τοῖς περὶ Βαβυλῶνα τόποις ὑπάρχων — [4] Ἑρμείᾳ μὲν ἐδόκει παρὰ τὸν Τίγριν ποιεῖσθαι τὴν πορείαν, προβαλλομένους τοῦτόν τε καὶ τὸν Λύκον ποταμὸν καὶ τὸν Κάπρον, [5] Ζεῦξις δὲ λαμβάνων πρὸ ὀφθαλμῶν τὴν ἀπώλειαν τὴν Ἐπιγένους τὰ μὲν ἠγωνία λέγειν τὸ φαινόμενον, τὰ δὲ προδήλου τῆς ἀγνοίας οὔσης τῆς κατὰ τὸν Ἑρμείαν μόλις ἐθάρρησε συμβουλεύειν ὅτι διαβατέον εἴη τὸν Τίγριν, [6] ἀπολογιζόμενος τήν τε λοιπὴν δυσχέρειαν τῆς παρὰ τὸν ποταμὸν πορείας καὶ διότι δέοι διανύσαντας ἱκανοὺς τόπους, μετὰ ταῦτα διελθόντας ὁδὸν ἔρημον ἡμερῶν ἕξ, παραγενέσθαι πρὸς τὴν Βασιλικὴν διώρυχα καλουμένην: [7] ἧς προκαταληφθείσης ὑπὸ τῶν πολεμίων ἀδύνατον μὲν γενέσθαι τὴν διάβασιν αὐτῆς, ἐπισφαλῆ δὲ προφανῶς τὴν διὰ τῆς ἐρήμου πάλιν ἀποχώρησιν, καὶ μάλιστα διὰ τὴν ἐσομένην ἔνδειαν τῶν ἐπιτηδείων. [8] ἐκ δὲ τοῦ διαβῆναι τὸν Τίγριν πρόδηλον μὲν ἀπεδείκνυε τὴν μετάνοιαν καὶ πρόσκλισιν τῷ βασιλεῖ τῶν κατὰ τὴν Ἀπολλωνιᾶτιν χώραν ὄχλων διὰ τὸ καὶ νῦν αὐτοὺς μὴ κατὰ προαίρεσιν, ἀνάγκῃ δὲ καὶ φόβῳ ποιεῖν Μόλωνι τὸ προσταττόμενον, [9] πρόδηλον δὲ τὴν δαψίλειαν τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις διὰ τὴν ἀρετὴν τῆς χώρας. [10] τὸ δὲ μέγιστον, ἀπέφαινε διακλεισθησόμενον τὸν Μόλωνα τῆς εἰς τὴν Μηδίαν ἐπανόδου καὶ τῆς ἐξ ἐκείνων τῶν τόπων ἐπαρκείας, [11] ἐξ ὧν ἀναγκασθήσεσθαι διακινδυνεύειν αὐτόν, ἢ μὴ θέλοντος τοῦτο ποιεῖν ἐκείνου μεταβαλέσθαι τὰς δυνάμεις ταχέως