previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σοντας τοῖς προκειμένοις: δὲ Λόγβασις ἀποδοὺς τὸ σύνθημα τοῦ καιροῦ τοῖς ὑπεναντίοις ἡτοίμαζε τοὺς ἡθροισμένους κατὰ τὴν οἰκίαν, διεσκευάζετο δὲ καὶ καθωπλίζετο μετὰ τῶν υἱῶν αὐτὸς ἅμα πρὸς τὸν κίνδυνον. [2] τῶν δὲ πολεμίων μὲν Ἀχαιὸς τοὺς [μὲν] ἡμίσεις ἔχων προέβαινε πρὸς αὐτὴν τὴν πόλιν, δὲ Γαρσύηρις τοὺς ὑπολειπομένους ἀναλαβὼν προῆγεν ὡς ἐπὶ τὸ Κεσβέδιον καλούμενον. τοῦτο δ᾽ ἐστὶ μὲν Διὸς ἱερόν, κεῖται δ᾽ εὐφυῶς κατὰ τῆς πόλεως: ἄκρας γὰρ λαμβάνει διάθεσιν. [3] συνθεασαμένου δέ τινος κατὰ τύχην αἰπόλου τὸ συμβαῖνον καὶ προσαγγείλαντος πρὸς τὴν ἐκκλησίαν, οἱ μὲν ἐπὶ τὸ Κεσβέδιον ὥρμων μετὰ σπουδῆς, οἱ δ᾽ ἐπὶ τὰ φυλακεῖα, τὸ δὲ πλῆθος ὑπὸ τὸν θυμὸν ἐπὶ τὴν οἰκίαν τοῦ Λογβάσιος. [4] καταφανοῦς δὲ τῆς πράξεως γενομένης, οἱ μὲν αὐτῶν ἐπὶ τὸ τέγος ἀναβάντες, οἱ δὲ ταῖς αὐλείοις βιασάμενοι, τόν τε Λόγβασιν καὶ τοὺς υἱούς, ἅμα δὲ καὶ τοὺς ἄλλους πάντας αὐτοῦ κατεφόνευσαν. [5] μετὰ δὲ ταῦτα κηρύξαντες τοῖς δούλοις ἐλευθερίαν καὶ διελόντες σφᾶς αὐτοὺς ἐβοήθουν ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων. [6] μὲν οὖν Γαρσύηρις ἰδὼν προκατεχόμενον τὸ Κεσβέδιον ἀπέστη τῆς προθέσεως: [7] τοῦ δ᾽ Ἀχαιοῦ βιαζομένου πρὸς αὐτὰς τὰς πύλας ἐξελθόντες οἱ Σελγεῖς ἑπτακοσίους μὲν κατέβαλον τῶν Μυσῶν, τοὺς δὲ λοιποὺς ἀπέστησαν τῆς ὁρμῆς. [8] μετὰ δὲ ταύτην τὴν πρᾶξιν μὲν Ἀχαιὸς καὶ Γαρσύηρις ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν, [9] οἱ δὲ Σελγεῖς, δεδιότες μὲν τὰς ἐν αὑτοῖς στάσεις, δεδιότες δὲ καὶ τὴν τῶν πολεμίων ἐπιστρατοπεδείαν, ἐξέπεμψαν μεθ᾽ ἱκετηριῶν τοὺς πρεσβυτέρους, καὶ σπονδὰς ποιησάμενοι διελύσαντο τὸν πόλεμον ἐπὶ τούτοις, [10] ἐφ᾽ παραχρῆμα μὲν δοῦναι τετρακόσια τάλαντα καὶ τοὺς τῶν Πεδνηλισσέων αἰχμαλώτους, μετὰ δέ τινα χρόνον ἕτερα προσθεῖναι τριακόσια. [11]

Σελγεῖς μὲν οὖν διὰ τὴν Λογβάσιος ἀσέβειαν τῇ πατρίδι κινδυνεύσαντες, διὰ τὴν σφετέραν εὐτολμίαν τήν τε πατρίδα διετήρησαν καὶ τὴν ἐλευθερίαν οὐ κατῄσχυναν καὶ τὴν ὑπάρχουσαν αὐτοῖς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), SELGE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: