τοῦτον δὲ τὸν τρόπον τῶν δυνάμεων ἐκτεταγμένων ἐπιπαρῄεσαν οἱ βασιλεῖς ἀμφότεροι κατὰ πρόσωπον τὰς αὑτῶν τάξεις παρακαλοῦντες ἅμα τοῖς ἡγεμόσι καὶ φίλοις. [2] μεγίστας δ᾽ ἐν τοῖς φαλαγγίταις ἐλπίδας ἔχοντες ἀμφότεροι πλείστην καὶ σπουδὴν καὶ παράκλησιν ἐποιοῦντο περὶ ταύτας τὰς τάξεις, [3] Πτολεμαίῳ μὲν Ἀνδρομάχου καὶ Σωσιβίου καὶ τῆς ἀδελφῆς Ἀρσινόης, τῷ δὲ Θεοδότου καὶ Νικάρχου συμπαρακαλούντων διὰ τὸ παρ᾽ ἑκατέρῳ τούτους ἔχειν τὰς τῶν φαλαγγιτῶν ἡγεμονίας. [4] ἦν δὲ παραπλήσιος ὁ νοῦς τῶν ὑφ᾽ ἑκατέρου παρακαλουμένων. ἴδιον μὲν γὰρ ἔργον ἐπιφανὲς καὶ κατηξιωμένον προφέρεσθαι τοῖς παρακαλουμένοις οὐδέτερος αὐτῶν εἶχε διὰ τὸ προσφάτως παρειληφέναι τὰς ἀρχάς, [5] τῆς δὲ τῶν προγόνων δόξης καὶ τῶν ἐκείνοις πεπραγμένων ἀναμιμνήσκοντες φρόνημα καὶ θάρσος τοῖς φαλαγγίταις ἐπειρῶντο παριστάναι. [6] μάλιστα δὲ τὰς ἐξ αὑτῶν εἰς τὸ μέλλον ἐλπίδας ἐπιδεικνύντες, καὶ κατ᾽ ἰδίαν τοὺς ἡγουμένους καὶ κοινῇ πάντας τοὺς ἀγωνίζεσθαι μέλλοντας ἠξίουν καὶ παρεκάλουν ἀνδρωδῶς καὶ γενναίως χρήσασθαι τῷ παρόντι κινδύνῳ. [7] ταῦτα δὲ καὶ τούτοις παραπλήσια λέγοντες, τὰ μὲν δι᾽ αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν ἑρμηνέων, παρίππευον.