previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἑαυτῷ πρὸς τὸν Κλεομένην διαφοράν. ὃν Σωσίβιος ἐπιγνοὺς ἀλλοτρίως πρὸς τὸν Κλεομένην διακείμενον, τὰ μὲν παραχρῆμα δούς, δ᾽ εἰς τὸ μέλλον ἐπαγγειλάμενος, συνέπεισε γράψαντα κατὰ τοῦ Κλεομένους ἐπιστολὴν ἀπολιπεῖν ἐσφραγισμένην, [2] ἵν᾽ ἐπειδὰν Νικαγόρας ἐκπλεύσῃ μετ᾽ ὀλίγας ἡμέρας, παῖς ἀνενέγκῃ τὴν ἐπιστολὴν πρὸς αὐτὸν ὡς ὑπὸ τοῦ Νικαγόρου πεμφθεῖσαν. [3] συνεργήσαντος δὲ τοῦ Νικαγόρου τὰ προειρημένα καὶ τῆς ἐπιστολῆς ἀνενεχθείσης ὑπὸ τοῦ παιδὸς πρὸς τὸν Σωσίβιον μετὰ τὸν ἔκπλουν τοῦ Νικαγόρου, [4] παρὰ πόδας ἅμα τὸν οἰκέτην καὶ τὴν ἐπιστολὴν ἧκεν ἔχων πρὸς τὸν βασιλέα. τοῦ μὲν παιδὸς φάσκοντος Νικαγόραν ἀπολιπεῖν τὴν ἐπιστολήν, ἐντειλάμενον ἀποδοῦναι Σωσιβίῳ, [5] τῆς δ᾽ ἐπιστολῆς διασαφούσης ὅτι μέλλει Κλεομένης, ἐὰν μὴ ποιῶνται τὴν ἐξαποστολὴν αὐτοῦ μετὰ τῆς ἁρμοζούσης παρασκευῆς καὶ χορηγίας, ἐπανίστασθαι τοῖς τοῦ βασιλέως πράγμασιν, [6] εὐθέως Σωσίβιος λαβόμενος τῆς ἀφορμῆς ταύτης παρώξυνε τὸν βασιλέα καὶ τοὺς ἄλλους φίλους πρὸς τὸ μὴ μέλλειν, ἀλλὰ φυλάξασθαι καὶ συγκλεῖσαι τὸν Κλεομένην. [7] γενομένου δὲ τούτου, καί τινος ἀποδοθείσης οἰκίας αὐτῷ παμμεγέθους, ἐποιεῖτο τὴν διατριβὴν ἐν ταύτῃ παραφυλαττόμενος, τούτῳ διαφέρων τῶν ἄλλων τῶν ὑπηγμένων εἰς τὰς φυλακάς, τῷ ποιεῖσθαι τὴν δίαιταν ἐν μείζονι δεσμωτηρίῳ. [8] εἰς βλέπων Κλεομένης, καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος, παντὸς πράγματος ἔκρινε πεῖραν λαμβάνειν, [9] οὐχ οὕτως πεπεισμένος κατακρατήσειν τῆς προθέσεωςοὐδὲν γὰρ εἶχε τῶν εὐλόγων πρὸς τὴν ἐπιβολήντὸ δὲ πλεῖον εὐθανατῆσαι σπουδάζων καὶ μηδὲν ἀνάξιον ὑπομεῖναι τῆς περὶ αὐτὸν προγεγενημένης τόλμης, [10] ἅμα δὲ καὶ λαμβάνων ἐν νῷ τὸ τοιοῦτον, ὥς γ᾽ ἐμοὶ δοκεῖ, καὶ προτιθέμενος, ὅπερ εἴωθε συμβαίνειν πρὸς τοὺς μεγαλόφρονας τῶν ἀνδρῶν,

μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην,

ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: