This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
καὶ μηδ᾽ ὑφ᾽ ἑνὸς τῶν σοῦ φρονούντων χεῖρον ἄγου μηδ᾽ ἡττῶ, ἀλλ᾽ ἐκείνους ἄγ᾽ ἐπὶ τὰ σοὶ δοκοῦντα: καὶ πρᾶττε οὕτως ὅπως μηδενὸς τῶν ὁμολογηθέντων στερηθῶμεν, ἀλλ᾽ Ἐπιτίμῳ γένηται σωτηρία τις καὶ ἀπαλλαγὴ τῶν κινδύνων. παρέσομαι δ᾽ εἰς τὸν χρόνον κἀγώ, καθ᾽ ὃν <ἂν> σὺ φῇς καιρὸν εἶναι. γράψας δέ μοι πέμψον, ἢ καὶ ὡς φίλῳ ἐπίστελλε. εὐτύχει.