Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
ἀλλὰ μὴν τῶν γε προσποιησομένων οὐκ ἀπορήσετε: οὐδὲ γὰρ πρότερον. μὴ γένοιτο δ᾽ ἰδεῖν ἐξελεγχθέντας αὐτοὺς ὁμοίως ἐκείνοις, οἳ φανερῶς ἃ τότ᾽ ἠρνοῦντο νῦν πολιτευόμενοι οὐδέν᾽ ὑμῶν οὔτε δεδοίκασιν οὔτ᾽ αἰσχύνονται. ἃ χρὴ λογιζομένους, ὦ ἄνδρες Ἀθηναῖοι, μήτε τῶν εὔνων ὀλιγωρεῖν μήτε τοῖς προάγουσιν ἐς πικρίαν καὶ ὠμότητα τὴν πόλιν πείθεσθαι.