Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ὑμεῖς δέ, ὄντες Ἀθηναῖοι καὶ ἐν παρρησίᾳ ζῶντες ἣ καὶ τοὺς ἀναισθήτους ἀνεκτοὺς ποιεῖν δοκεῖ δύνασθαι, πρῶτον μέν, ὃ πάντων ἀγνωμονέστατόν ἐστιν, ὑπὲρ ὧν τὸν πατέρ᾽ αἰτιῶνταί τινες, τοὺς υἱεῖς δεδέκατε, εἶτα τὸ ταῦτα ποιεῖν ἴσον εἶναί φατε, ὥσπερ ὑπὲρ σταθμῶν ἢ μέτρων τὸ ἴσον σκοπούμενοι, ἀλλ᾽ οὐχ ὑπὲρ ἀνδρῶν προαιρέσεως καὶ πολιτείας βουλευόμενοι,