Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
νῦν μέντοι πάνθ᾽ ἕξειν καλῶς ἐλπίζω. καὶ γὰρ εἴ τις ὑπείληφεν εὐτυχῆ τὸν Ἀλέξανδρον τῷ πάντα κατορθοῦν, ἐκεῖνο λογισάσθω, ὅτι πράττων καὶ πονῶν καὶ τολμῶν, οὐχὶ καθήμενος ηὐτύχει. νῦν τοίνυν τεθνεῶτος ἐκείνου ζητεῖ τινας ἡ τύχη μεθ᾽ ὧν ἔσται.