Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
δεῖ δὲ μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ἃ καθ᾽ αὑτὰ μὲν οὐκ ἔστιν αὐτάρκη κατασχεῖν πράγματα, προστεθέντα δὲ ταῖς δυνάμεσι πολλῷ πάντ᾽ εὐκατεργαστότερ᾽ ὑμῖν ποιήσει. τίν᾽ οὖν ἐστιν ταῦτα; μήτε πόλει μηδεμιᾷ μήτε τῶν <ἐν> ἑκάστῃ τῶν πόλεων συνηγωνισμένων τοῖς καθεστηκόσι <μηδενὶ> μήτε πικραίνεσθαι μήτε μνησικακεῖν.