This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
οὐδεὶς γὰρ οὕτως ἐστὶν ἀγνώμων, ὅστις ἂν ἢ τὰ Λακεδαιμονίοις συμβεβηκότα, οἷς οὐκ ἐγὼ συνεβούλευον, ἢ τὰ Πέρσαις, πρὸς οὓς οὐδ᾽ ἀφικόμην πώποτε, αἱρετώτερα φήσειεν εἶναι τῶν ὑμῖν παρόντων. καὶ ἐῶ Καππαδόκας καὶ Σύρους καὶ τοὺς τὴν Ἰνδικὴν χώραν κατοικοῦντας ἀνθρώπους ἐπ᾽ ἔσχατα γῆς: οἷς ἅπασι συμβέβηκε πολλὰ καὶ δεινὰ πεπονθέναι καὶ χαλεπά.