Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
ὧν οὐδὲν ὑμεῖς συλλογίζεσθε, ἀλλὰ ῥημάτων μοι καὶ φιλανθρωπίας φθονοῦντες, ἂν οὕτω τύχῃ, δι᾽ ὑμᾶς περιόψεσθ᾽ ἀπολόμενον: οὐ γὰρ ἂν δεηθείην ἄλλων ἢ ὑμῶν. καὶ τότε φήσετε δεινὰ πεπονθέναι με, ἀκριβῶς οἶδα, ὅτ᾽ οὔτ᾽ ἐμοὶ πλέον οὐδὲν οὔθ᾽ ὑμῖν ἔσται. οὐ γὰρ δὴ χρήματά γ᾽ εἶναι μοι προσδοκᾶτ᾽ ἔξω τῶν φανερῶν, ὧν ἀφίσταμαι. καὶ τὰ λοιπὰ βούλομαι συναγαγεῖν, ἐάν μοι μὴ φιλονίκως, ἀλλ᾽ ἀνθρωπίνως δῶτε τὸ πρὸς τούτοις ἀσφαλῶς εἶναι.