Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καίτοι παρὼν ἑώρα τοὺς μὲν βοηθήσαντας ἂν τῷ δήμῳ ἀσθενεῖς ἐπὶ τοῖς συμβεβηκόσιν ὄντας, τοὺς δὲ τἀναντία πράττοντας κατὰ πάντ᾽ ἐρρωμένους. ἀλλ᾽ ὅμως οὐδὲν ἧττον ἐκεῖνος εἵλεθ᾽ ἃ συμφέρειν ἡγεῖτο τῷ δήμῳ, καὶ μετὰ ταῦτ᾽ ἀόκνως καὶ λέγων καὶ πράττων ἃ προσῆκεν ἦν φανερός, ἐφ᾽ οἷς εὐθὺς ἐξῃτεῖτο, ὡς ἅπαντες ἴσασιν.