ταῦτ᾽ εἰ μὲν παρῆν, λέγων ἂν ὑμᾶς ἐδίδασκον: ἐπειδὴ δ᾽ ἐν τοιούτοις εἰμὶ ἐν οἷς, εἴ τις ἐμοῦ κατέψευσται ἐφ᾽ οἷς ἀπόλωλα, γένοιτο, γράψας ἐπέσταλκα, πρώτου μὲν καὶ πλεῖστον λόγον ποιούμενος τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὑμῖν, δεύτερον δ᾽ ὅτι τὴν αὐτὴν εὔνοιαν ἣν πρὸς ζῶντα Λυκοῦργον εἶχον, δίκαιον εἶναι νομίζω καὶ πρὸς τοὺς παῖδας αὐτοῦ φαίνεσθαι ἔχων.