Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
παρακαλῶ δ᾽ εἰς ταῦτ᾽ οὐ τυχὼν αὐτὸς τῆς τοιαύτης φιλανθρωπίας παρ᾽ ἐνίων, ἀλλ᾽ ἀδίκως καὶ στασιαστικῶς εἰς τὴν ἑτέρων χάριν προποθείς. ἀλλ᾽ οὔτε τὴν ἰδίαν ὀργὴν ἀποπληρῶν τὸ κοινῇ συμφέρον οἶμαι δεῖν βλάπτειν, οὔτε μείγνυμι τῆς ἰδίας ἔχθρας εἰς τὰ κοινῇ συμφέροντ᾽ οὐδέν, ἀλλ᾽ ἐφ᾽ ἃ τοὺς ἄλλους παρακαλῶ, ταῦτ᾽ αὐτὸς οἴομαι δεῖν πρῶτος ποιεῖν.