Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
ἐπειδὴ δὲ καλῶς ποιοῦντες πᾶσι τοῖς ἐν ταῖς αἰτίαις διήλλαχθε, κἀμοὶ διαλλάγητ᾽, ὦ ἄνδρες Ἀθηναῖοι: οὔτε γὰρ ἠδίκηχ᾽ ὑμᾶς οὐδέν, ὡς ἴστωσαν οἱ θεοὶ καὶ ἥρωες (μαρτυρεῖ δέ μοι πᾶς ὁ πρόσθεν παρεληλυθὼς χρόνος, ὃς δικαιότερον ἂν πιστεύοιθ᾽ ὑφ᾽ ὑμῶν τῆς ἀνελέγκτου νῦν ἐπενεχθείσης αἰτίας), οὔτ᾽ ἐγὼ χείριστος οὐδ᾽ ἀπιστότατος φανήσομαι τῶν διαβληθέντων.