This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ὑμᾶς δ᾽ ὁρᾶσθαι ὑπὲρ τῶν Ἑλλήνων καὶ σώμασι καὶ χρήμασι καὶ πόλει καὶ χώρᾳ καὶ πᾶσιν ἠγωνισμένους, ἀνθ᾽ ὧν εὔκλειαν εἰκὸς ὑπάρχειν καὶ χάριν ἀθάνατον παρὰ τῶν τὰ δίκαια βουλομένων ποιεῖν. οὐκοῦν ἀφ᾽ ὧν ἐγὼ συνεβούλευσα, τῶν μὲν ἀντιστάντων ἄριστα πράττειν τῇ πόλει συμβέβηκεν, τῶν δὲ συνηγωνισμένων ἐνδοξοτέραν εἶναι περίεστιν.