This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δημοσθένης Ἡρακλεοδώρῳ εὖ πράττειν. οὔθ᾽ ὅπως χρὴ πιστεύειν οἷς ἀπήγγελλέ μοι Μενεκράτης οὔθ᾽ ὅπως ἀπιστεῖν, ἔχω. ἔφη γὰρ Ἐπίτιμον ἐνδεδεῖχθαι μὲν καὶ ἀπῆχθαι ὑπ᾽ Ἀράτου, σὲ δ᾽ ἀγωνίζεσθαι καὶ ἁπάντων αὐτῷ χαλεπώτατον εἶναι. δέομαι δή σου πρὸς Διὸς ξενίου καὶ πάντων τῶν θεῶν, μή με καταστήσῃς ἀηδεῖ καὶ δεινῷ μηδενὶ περιπετῆ.