Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἢ ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολῇ χρώμενοί τινες ἐργολαβοῦσι καθ᾽ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς ὁ λογισμός. εἰ δέ τις ὑμῶν διασύρει ταῦτα, πολλῆς ἐστιν εὐηθείας μεστός. εἰ γάρ, ἃ μηδεὶς ἂν ἤλπισεν, ὁρῶν γεγενημένα, ἃ καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπ᾽ ἀνθρώπων ἐγκαθέτων διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφωται;