Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ᾗ μάλιστα μὲν οἱ θεοὶ καὶ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα καὶ τῆς εἰς ἔμ᾽ εὐεργεσίας εὖνοι πάντες εἴησαν, εἶτα κἀγὼ σωθεὶς ὑφ᾽ ὑμῶν δυνηθείην ἀποδοῦναι χάριτας): ἔν τε ταύτῃ τινῶν, ὡς ἐμοὶ χαριζομένων, ἐπιτιμᾶν ὑμῖν τι πειρωμένων τῇ κατ᾽ ἔμ᾽ ἀγνοίᾳ, ἐγὼ πᾶσαν εὐφημίαν, ὥσπερ ἐμοὶ προσῆκε, παρειχόμην: ἐξ ὧν καὶ μάλιστα νομίζω πάντας ἀγασθέντας μου δημοσίᾳ τιμῆσαι.