Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
τίς γὰρ οὐκ οἶδεν ὑμῶν Λάχητι τῷ Μελανώπου ἁλῶναι μὲν ὁμοίως ἐν δικαστηρίῳ συμβὰν ὡς καὶ νῦν τοῖς Λυκούργου παισίν, ἀφεθῆναι δὲ πᾶν τὸ ὄφλημ᾽ ἐπιστείλαντος Ἀλεξάνδρου; καὶ πάλιν Μνησιβούλῳ τῷ Ἀχαρνεῖ ἁλῶναι μὲν ὁμοίως καταγνόντος αὐτοῦ τοῦ δικαστηρίου ὥσπερ καὶ τῶν Λυκούργου παίδων, ἀφεῖσθαι δὲ καλῶς ποιοῦντι;