This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐν κεφαλαίῳ δὲ τοιαῦτ᾽ ἐστὶν ἐφ᾽ οἷς ἐξηταζόμην ὑπὲρ ὑμῶν ἐγώ, ὥσθ᾽ ὑμᾶς μὲν ἐπ᾽ αὐτοῖς ὑπὸ πάντων ζηλοῦσθαι, ἐμοὶ δ᾽ ἐλπίδα τῶν μεγίστων δωρεῶν προσδοκᾶσθαι παρ᾽ ὑμῶν. τῆς δ᾽ ἀναγκαίας μέν, ἀγνώμονος δὲ τύχης οὐχ ὡς δίκαιον ἦν, ἀλλ᾽ ὡς ἐβούλετο, κρινάσης τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα,