Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ δἰ ἐπιμελείας ἔχειν τὸν
στρατηγὸν λαμπρὸν ἐκτάττειν τὸ στράτευμα
Μεμελημένον δ̓ ἔστω τῷ στρατηγῷ λαμπρὸν
ἐκτάττειν τὸ στράτευμα τοῖς ὅπλοις, ῥᾳδία δ̓ ἡ
[p. 470]
φροντὶς αὕτη παρακαλέσαντι τὰ ξίφη θήγειν καὶ
τὰς κόρυθας καὶ τοὺς θώρακας σμήχειν: δεινότεροι
γὰρ οἱ ἐπιόντες φαίνονται λόχοι τοῖς τῶν ὅπλων
αἰθύγμασι, καὶ πολλὰ τὰ δἰ ὄψεως δείματα
προεμπίπτοντα ταῖς ψυχαῖς ταράττει τὸ ἀντιπόλεμον.