Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ ἐν τῷ καιρῷ αὐτῷ τῆς μάχης
ἐκφωνεῖν χαρμόσυνα τοῖς ὑπηκόοις: εἰ καὶ
ψευδῆ, ὅμως συμφέρει
Καὶ δή ποτε παριππαζόμενος ἐμβοησάτω τοῖς
φίλοις, εἰ μὲν ἐπὶ τοῦ δεξιοῦ τύχοι κέρως ὤν,
‘νικῶσιν ἇνδρες οἱ ἐπὶ τοῦ λαιοῦ τὸ δεξιὸν
κέρας τῶν πολεμίων,’ εἰ δ̓ ἐπὶ τοῦ λαιοῦ, νικᾶν
λεγέτω τὸ φίλιον δεξιόν, ἐάν τε καὶ κατ̓ ἀλήθειαν
ᾖ τοῦτο γινόμενον ἐάν τε μή: καὶ γὰρ
δὴ τὸ ψεῦδος ἀναγκαῖον εἰπεῖν, ὅπου ‘μέγα
νεῖκος ὄρωρεν:’ οἷον βοῆσαι πάλιν αὖ μακρὰν
ἀποστατοῦντος τοῦ τῶν πολεμίων ἡγεμόνος ἢ
ἐπὶ θατέρου κέρως ὄντος ἢ τὰ μέσα συνέχοντος
τῆς φάλαγγος, ‘τέθνηκεν ὁ τῶν πολεμίων στρατηγὸς’
ἢ ‘βασιλεύς,’ ἢ ὅστις ἄν ποτε ᾖ.
[2]
καὶ ταῦτα χρὴ βοᾶν οὕτως, ὥσθ̓ ἅμα καὶ τοὺς
πολεμίους κατακούειν: οἵ τε γὰρ φίλιοι τοὺς
σφετέρους ἀκούοντες ἐπικυδεστέρους ἀναθαρροῦσι
καὶ διπλάσιοι γίγνονται ταῖς προθυμίαις,
οἵ τε ἐχθροὶ τὰ σφῶν αὐτῶν ἐλαττώματα πυνθανόμενοι
συγκαταπίπτουσι ταῖς διανοίαις, ὥστ̓
ἔστιν ὅτε καὶ εἰς φυγὴν ἅμα τῷ δέξασθαι τοιαύτην
φήμην ὁρμᾶν.
[3]
οὕτως πολλάκις συνήνεγκεν καὶ
[p. 464]
τοὺς φιλίους ἅμα τοῖς πολεμίοις ἐξαπατῆσαι,
τοῖς μὲν τὰ κρείττω, τοῖς δὲ τὰ χείρω ψευδόμενον.