Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἀλλ̓ ἀνόητοι οἱ καὶ τὰ σφάλματα τῆς τύχης
ἐγκλήματα μόνης ποιούμενοι, οὐ τῆς τῶν στρατηγούντων
ἀμελείας, καὶ τὰ κατορθώματα ταύτης,
οὐ τῆς ἐμπειρίας τῶν ἡγουμένων: οὔτε γὰρ
ἐπιεικὲς ἀνεπιτίμητον οὕτως ἀπολιπεῖν τὸν πταίοντα
τοῖς ὅλοις, ὡς πάντων αἰτιᾶσθαι τὴν τύχην,
οὔτε δίκαιον ἀμάρτυρον ἐπὶ τοσοῦτον ἐπαίνου τὸν
[p. 372]
κατορθοῦντα περιορᾶν, ἐφ̓ ὅσον ἁπάντων ἀνατιθέναι
τῇ τύχῃ τὴν χάριν.