Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
Εἰ δὲ βούλοιτό ποτε νύκτωρ ἀναστῆσαι τὸ
στράτευμα λανθάνων τοὺς πολεμίους, ἢ τόπους
προκαταλαβέσθαι προαιρούμενος ἢ τοὺς ὄντας
φεύγων ἢ μηδέπω βουλόμενος εἰς ἀνάγκην
ἐλθεῖν τοῦ μάχεσθαι, πυρὰ πολλὰ καύσας ἀναχωρείτω:
βλέποντες μὲν γὰρ οἱ πολέμιοι τὰ φῶτα
δοκοῦσι κατὰ χώραν αὐτὸν μένειν, ἀφωτίστου δὲ
μεταξὺ γενομένης τῆς παρεμβολῆς ὑπόνοιαν
ἀναλαβόντες, ὡς φεύγουσιν, ἐνέδρας τε προεκπέμπουσι
καὶ διώκουσιν.
ς. Περὶ στρατηγῶν κοινολογουμένων τοῖς
τῶν ἐναντίων στρατηγοῖς