Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
Τῶν δὲ δὲ δυνάμεων ἐκπεπληρωμένων μήτ̓ ἐπὶ τῆς
ἰδιοκτήτου μήτ̓ ἐπὶ τῆς ὑπηκόου μήτ̓ ἐπὶ τῆς
συμμαχίδος καθεζόμενος ἐγχρονιζέτω χώρας: τοὺς
γὰρ ἰδίους ἀναλώσει καρποὺς καὶ ζημιώσει πλέον
τοὺς φίλους ἢ τοὺς πολεμίους: μεταγέτω δ̓ ὡς
θᾶττον, ἐὰν ἀκίνδυνα ᾖ τὰ οἴκοι, τὰς δυνάμεις:
ἐκ γὰρ τῆς πολεμίας, εἰ μὲν εἴη δαψιλὴς καὶ εὐδαίμων,
τροφὴν ἕξει καὶ ἄφθονον, εἰ δὲ μή,
τήν γε φιλίαν οὐ λυμανεῖται, πολλὰ δ̓ ὅμως
καὶ ἀπὸ λυπρᾶς τῆς ἀλλοτρίας ἕξει πλεονεκτήματα.